Honorific inscription for the priestess Minnis.  Two non-joining fragments of a statue base of gray marble; a now missing.
[ ] Kos Isl. — Kos — reign of Tiberius — A. Maiuri, NSER (1925) 460 — M. Segre, Iscr. di Cos (1993) EV 226 — SEG 58.861
1                              ὁ δᾶμος vac.                       vacat 0,08
ἀνέθηκεν Μιννίδα Πραΰλου, γ̣[υναῖκα] δὲ Νικαγόρα
τοῦ Εὐδάμου, φιλοπάτριδος, δά[μου υἱο]ῦ, ἥρωος,
φιλοκαίσαρος, ἱέριαν Ἀσκλαπιο[ῦ καὶ Ὑγί]ας καὶ
5 Ἠπιόνας v καὶ Ῥέας καὶ Δυώδε[κα Θεῶ]ν καὶ Διὸς
Πολιέως v καὶ Ἀθάνας Πολιά[δος κα]Τιβερίου
Καίσαρος, ἱερατεύσασαν δὲ Ἀπό[λλων]ος Δαλίου
καὶ Ἀπόλλωνος Καρνείου, v τι̣[μαθεῖσα]ν ὑπὸ τοῦ
δάμου ταῖς μεγίσταις τιμα[ῖς καὶ δωρε]αῖς, τετει-
10 μαμέναν δὲ καὶ ὑπὸ τοῦ σ[υστάματος] τ[ῶν vac.]
πρε̣σβ̣υτέρω̣ν τιμαῖς μαρμ[αρίναις ἀρετᾶς ἕνεκα]
καὶ σωφροσύνας καὶ τᾶς εἰ̣ς̣ [τοὺς θεοὺς πάντας]
εὐσεβίας καὶ τᾶς περὶ τὸν [δᾶμον ἐν πᾶσιν]
                          καλοκἀγαθί̣[ας].
Search Help
Contact Us