Honorific inscription for the priestess Minnis. Two non-joining fragments of a statue base of gray marble; a now missing.
[ ]
Kos Isl. — Kos — reign of Tiberius — A. Maiuri, NSER (1925) 460 — M. Segre, Iscr. di Cos (1993) EV 226 — SEG 58.861
See also:
1 | ὁ δᾶμος vac. vacat 0,08 |
ἀνέθηκεν Μιννίδα Πραΰλου, γ̣[υναῖκα] δὲ Νικαγόρα | |
τοῦ Εὐδάμου, φιλοπάτριδος, δά[μου υἱο]ῦ, ἥρωος, | |
φιλοκαίσαρος, ἱέριαν Ἀσκλαπιο[ῦ καὶ Ὑγί]ας καὶ | |
5 | Ἠπιόνας v καὶ Ῥέας καὶ Δυώδε[κα Θεῶ]ν καὶ Διὸς |
Πολιέως v καὶ Ἀθάνας Πολιά[δος κα]ὶ Τιβερίου | |
Καίσαρος, ἱερατεύσασαν δὲ Ἀπό[λλων]ος Δαλίου | |
καὶ Ἀπόλλωνος Καρνείου, v τι̣[μαθεῖσα]ν ὑπὸ τοῦ | |
δάμου ταῖς μεγίσταις τιμα[ῖς καὶ δωρε]αῖς, τετει- | |
10 | μαμέναν δὲ καὶ ὑπὸ τοῦ σ[υστάματος] τ[ῶν vac.] |
πρε̣σβ̣υτέρω̣ν τιμαῖς μαρμ[αρίναις ἀρετᾶς ἕνεκα] | |
καὶ σωφροσύνας καὶ τᾶς εἰ̣ς̣ [τοὺς θεοὺς πάντας] | |
εὐσεβίας καὶ τᾶς περὶ τὸν [δᾶμον ἐν πᾶσιν] | |
καλοκἀγαθί̣[ας]. |