Sacrificial calendar listing the annual sacrifices to be performed by the priest of Apollo.  Pedimental stele of white marble, broken at the bottom.
[ ] Kos Isl. — Halasarna (Kardamaina) — Sanct. of Apollo — late 3rd c. BC — Halasarna I (2004) 44, 6 — The Hellenistic Polis of Kos (2004) 121-126 — SEG 54.744
See also:
1 τάδε ἀνέγραψαν τοὶ ἄνδρες
τοὶ αἱρεθέντες Νικόμαχος
Τιμαινέτου, Ἀρίσταιχμος
Ἀρισταρχίδα, Χαιρέδαμος
5 Δαμοφῶντος, ἃ θύει ὁ ἱερεὺς
τοῦ Ἀπόλλωνος καθ’ ἕκαστον
ἐνιαυτόν· μηνὸς Ὑακινθίου
δυωδεκάται· Ἱστίαι Φαμίαι οἶν
ἔρσενα, τούτου ἀποφορὰ vacat
10 ἐς τιμαχεῖον, γυναιξὶν οὐχ ὅ{υ}-
σια {²⁶ὅσια}²⁶ ⋮ Ἀπόλλωνι ἱερεῖον τέλεων,
Ἱστίαι Τιμαχείαι ἱερεῖον ⋮ ἐνάται
πρὸ ἰκάδος· Ἀπόλλωνι τέλεων
καὶ τελέαν, ταῦτα διαιρεῖται
15 τοῖς δαμόταις πᾶσιν ⋮ Διοσκόροις
οἶν ἔρσενα ⋮ Διὶ Σωτῆρι οἶν ἔρσενα.
Καρνείου ἐνάται ἱσταμένου·
Ἀφροδίται αἶγα ⋮ διχομηνίαι· Ἀρτά-
μιτι Ἀγροτέραι ἱερε<ῖ>ον ⋮ Ἑκάται
20 Στρατίαι αἶγα τελείαν ⋮ ἑκκαιδε-
κάται· Διὶ Πολιεῖ ἐν ἀγροπόλι οἶν
τέλεων, Ἀθάναι Πολιάδι οἶν
τελείαν, παρ’ ἐνιαυτὸν ἑκατέρωι
τῶν θεῶν· τούτων οὐκ ἀποφορά.
25 ἰκάδι· Ἑκάται Μελιτείναι ἱερεῖον.
Θευδαισίου ἑκκαιδεκάται· Ἀπόλλω-
νι τέλεων καὶ τελείαν ⋮ Λατοῖ ἱερεῖ-
[ον, ․․․․]Λ̣ι Πυθηΐδι οἶν τελείαν, Διὶ
[*SWTH=RI I(EREI=ON, *)AQA/]NAI *SWTEI/RAI I(-
30 [ερεῖον — — — — — — — — ἱε]ρεῖ[ον]
[— — — — — — — — — — — — —]
Search Help
Contact Us