[ ]
Att. — non-stoich. 29-33 — med. s. III a.
| 1 | [— — — — — — — — — — — — — — ὀργ]εων- |
| — — — — — — — — — — — — — — — καὶ τη- | |
| — — — — — — — — — — — — — — ὅπως ὡς | |
| [— — — — — — — — — — — — — — κ]αὶ ἐν τοῖς | |
| 5 | [ἄλλοις εὔχρηστον αὑτὸν παρασ]κευάζων |
| [καὶ ἀποδεικνύμενος ἣ]ν ἔχει εὔνοια- | |
| [ν πρὸς ἅπαντας τοὺς ὀργ]εῶνας. ὅπως ἂν | |
| [εἰδῶσιν ἅπαντες οἱ β]ουλόμενοι φιλοτι- | |
| [μεῖσθαι εἰς τοὺς] ὀργειῶνας ὅτι κομιοῦντ- | |
| 10 | [αι χάριτας κα]ταξίας ὧν ἂν εὐεργετήσωσ- |
| [ι· ἀγαθεῖ τ]ύχει δεδόχθαι τοῖς ὀργεῶσιν | |
| [ἐπαινέ]σαι Ὄλυμπον Ὀλυμπιοδώρου καὶ | |
| [στεφ]ανῶσαι δρυὸς στεφάνωι φιλοτιμ- | |
| [ίας] ἕνεκεν καὶ εὐνοίας ἧς ἔχων διατε- | |
| 15 | λεῖ περί τε τὸ ἱερὸν καὶ τοὺς ὀργεῶνας· [ἀ]- |
| ναγράψαι δὲ τόδε τὸ ψήφισμα τὸν γρα[μμ]- | |
| ατέα ἐν στήλει λιθίνει καὶ στῆσαι ἐν [τῶι] | |
| ἱερῶι, τὸν δὲ ταμίαν μερίσαι δραχ[μὰς ․․] | |
| 18a | vacat 0.015 |
| 19 | ἐπὶ Λυκέου ἄρχοντος μηνὸς Σ[κιροφο]- |
| 20 | ριῶνος ὀγδόει ἱσταμένου· ἀγο[ρᾶι κυρί]- |
| αι· Σωσίας Ἱπποκράτου εἶπεν. ἐπ[ειδὴ Εὐ]- | |
| κλείδης γραμματεὺς αἱρεθεὶς [πλείω] | |
| ἔτη ὑπὸ τῶν ὀργεώνων διώ[ικηκεν τὰ πρ]- | |
| οσταττόμεν’ αὐτῶι ὑ[πὸ τ]ῶν νόμων ὀρθ- | |
| 25 | ῶς καὶ δικαίως ἀν[έγκ]λητον αὑτὸν παρέ- |
| χων καὶ [περὶ] ὧν οἰκονόμηκεν λόγον καὶ | |
| [εὐθύ]ν[α]ς δέδωκεν, ἀγαθεῖ τύχει δεδόχ- | |
| [θαι τ]οῖς ὀργεῶσιν ἐπαινέσαι Εὐκλείδην | |
| [Ἀ]ντιμάχου καὶ στεφανῶσαι δρυὸς στε- | |
| 30 | φάνωι φιλοτιμίας ἕνεκεν καὶ δικαιοσύ- |
| νης τῆς εἰς τοὺς ὀργεῶνας. ἀναγράψαι | |
| δὲ τόδε τὸ ψήφισμα τὸν γραμματέα ἐ- | |
| ν στήλει λιθίνει καὶ στῆσαι ἐν τῶι ἱ[ερ]- | |
| ῶι, τὸν δὲ ταμίαν μερίσαι δραχμὰς ․․․ | |
| 35 | duae coronae |