Public calendar for the month of Karneios.  Thick stele of white marble, broken at the top and bottom.
[ ] Kos Isl. — Kos — mid-4th c. BC — Paton-Hicks (1891) 38 — R. Herzog, HGK (1928) 10, 2 — M. Segre, Iscr. di Cos (1993) ED 241
[— — — — — — — — — — — — — — — — — — — — — — — — —]
[— — — — — — — — — — — — — — το]ῦ Βατ̣ρομί̣ο̣υ̣· ἱερ̣ [ἱαρεὺς]
[πα]ρ̣έχει̣ καὶ̣ θ̣ύει· γέρη λαμβάνει δέρμα καὶ σκέλη. ⋮ τ[ι αὐτ]-
ᾶι ἁμέραι· Ῥέαι οἶς κυεῦσα καὶ ἱερὰ ὅσσαπερ τοῦ Πεδαγειτν̣[ύο]-
υ γέγραπται, τούτων οὐκ ἀποφορά· θύει ἱαρεὺς καὶ ἱερὰ παρέχει̣· [γ]-
5 έρη λαμβάνει δέρμα. § δεκάται· Ἥραι Ἀργείαι Ἑλείαι Βασιλείαι δάμ-
αλις κριτά· κρινέσθω δὲ μὴ ἐλάσσονος 〚ον〛 ὠνημένα πεντ-
ήκοντα δραχμᾶν· θύει ἱαρεὺς καὶ ἱερὰ παρέχει· γέρη̣ λαμβά[νει]
δέρμα καὶ σκέλος· ταύτας ἀποφορά· ἔνδορα ἐνδέρεται καὶ θύε̣[ται]
ἐπὶ τᾶι ἱστίαι ἐν τῶι ναῶι τὰ ἔνδορα καὶ ἐλατὴρ ἐξ ἡμιέκτου [σπ]-
10 υρῶν· τούτων οὐκ ἐκφορὰ ἐκ τοῦ ναοῦ. § ἑνδεκάται· Ζηνὶ Μαχα-
νῆι βοῦς κρίνεται τὸ ἅτερον ἔτος ἐφ’ οὗ κα ἔωντι Κ[α]ρνεῖαι, καθ[ά]-
περ τοῦ Βατρομίου τῶι Ζηνὶ τῶι Πολιῆι κρίνεται̣, κ[αὶ] χοῖρος προ-
καυτεύεται, καὶ προκαρύσσεται καθάπερ τῶι Πολιῆι. § δυωδεκ-
άται· Ζηνὶ Μαχανῆι οἶες τρεῖς τέλεωι καὶ βοῦς ὁ κριθεὶς τὸ
15 ἅτερον ἔτος ἐφ’ οὗ κα ἔωντι Καρνεῖαι, τὸ δὲ ἅτερον ἔτος οἶες τ̣-
ρεῖς τέλεωι· ταῦτα θύει ἱαρεὺς ὁ τῶν̣ Δ̣υ̣ώδεκα Θεῶν, καὶ ἱερὰ π-
αρέχει· τούτοις προθύεται πὰρ τὸγ κο̣ι̣νόν, ἃ φέροντι Φυλεομ̣-
αχίδαι, ἀλφίτων ἡμίεκτον, οἴνου τετάρταν· γέρη̣ δ̣ὲ Φυλεομ-
αχίδαις δίδοται τοῦ βοὸς ὁπλά, τ̣α̣[ρ]σ̣ό̣ς, τῶν δὲ οἴων̣ τ̣ὸ ὠμ̣όν̣,
20 ἐξ οὗ ἁ θεομοιρία τάμνετα̣ι̣, καὶ τ̣․․․․․ο̣ς· γέρ̣η λαμβάνει ὁ ἱα-
ρεὺς σκέλη καὶ δέρματα. ⋮ τᾶι αὐτᾶι ἁ̣μ̣έ̣ραι· Ἀθαναίαι Μαχα[νί]-
δι δάμαλις κριτὰ τὸ ἅτερον ἔτος, ἐφ’ οὗ κα ἔωντι Καρνεῖα[ι, τ]-
δὲ ἅτερον ἔτος οἶς τελέα̣· θύει̣ ἱ̣ά̣ρ̣εα καὶ ἀπορρ̣α̣ίνεται θαλ-
σσαι· τούτων οὐκ ἀποφορά̣· ἐ[φ]ί̣ερ̣α δί̣δ̣οται τᾶι̣ θεῶι ἐ̣λαίο̣-
25 υ τέτορες κοτύλεαι, οἴνου̣ τ̣ετά̣ρτ̣α, π̣ρ̣όχ̣οι̣ και̣ν̣αὶ̣ δύο καὶ κύλ[ι]-
κες καιναὶ τρεῖς· τοῖ̣[ς δὲ Καρνεί]οι̣ς τὰμ πόλιν ὠνεῖσθαι δάμ̣[α]-
[λιν κριτὰν μὴ ἐλάσσονος πεντήκοντα] δραχ̣μᾶν· τα̣ύτα̣ν̣ δ̣ὲ [— —]
[— — — — — — — — — — — — — — — — — — — — — — — — — —]
Search Help