Decree of Kamarina recognizing the asylia of the Asklepieion.  Stele of white marble, broken at the top and bottom.
[ ] Kos Isl. — Kos — Asklepieion — 242 BC — R. Herzog, G. Klaffenbach, Asylieurkunden (1952) 21, 12 — SEG 12.379 — K.J. Rigsby, Asylia (1996) 149, 48
See also:
[— — — — — — — — — — — — — — — — — — — —]
[— c.9 —]Λ̣ΟỊ[․․]Α[— — — — — — — — — — τῶγ Κα]-
μαριναίων τοῖς Κώιοις [— — — — — — — — — — — —]
συνοικιξάντεσσι, καθὰ εΙ[— — — — — — — — — — —]
δεδόχθαι ἐπ’ ἀγαθᾶι τύχαι καὶ ὁμο[νοίαι καὶ σωτηρί]-
5 αι τοῦ δάμου τῶγ Καμαριναίων καὶ τῶ[γ Κώιων· τὸ]
ἱερὸν ἄσυλον εἶμεν τοῦ Ἀσκλαπιοῦ, χωράξα[ι δὲ τάν]
τε ἀσυλίαν καὶ τὰν θυσίαν καὶ τοὺς ἀγῶνας εἰς [ vacat ]
τοὺς νόμους. vacat βουλᾶς φερούσας ἔδοξε τᾶι ἁλ[ίαι]·
ἐπειδὴ οἱ Κῶιοι συνοικισταὶ ἐγένοντο τᾶς πόλιος
10 ἁμῶν ὑπαρχόντων τε αὐτοῖς παρ’ ἁμεῖν τῶν μεγίστων κ[αὶ]
ἀναγκαιοτάτων, συγγενείας τε καὶ οἰκειότατος καὶ ἰσοπο-
λειτείας, ἀποστείλαντες ἀρχιθέωρον Ἐπιδαύριον Νικάρχο[υ],
θεωρὸν Σωσίστρατον Καφισίου ἐπαγγέλλοντι τὰν θ[υ]-
σίαν, ἃν θύοντι τῶι Ἀσκλαπιῶι, καὶ τοὺς ἀγῶνας,
15 οὓς τίθεντι μουσικὸν καὶ γυμνικὸν κατὰ πενταετηρ[ί]-
δα, καὶ ἀξιῶντι δεῖν κοινωνεῖν τὰν ἁμὰμ πόλιν ἐμφανί-
ζοντες τὰν οἰκειότατα καὶ εὔνοιαν ταῖς πολίεσσι, καλῶ[ς]
δὲ ἔχον ἐστὶ τάν τε ἐπαγγελίαν παρ’ αὐτῶν δέχεσθαι κα[ὶ]
φανερὸν ποιῆσαι αὐτοῖς, διότι μνάμαν ἔχοντες δια-
20 τελοῦμες τᾶς ὑπαρχούσας ποτ’ αὐτοὺς συγγενείας [ἔν]
τε ταῖς πατρίοις θυσίαις, ἃς παρελάβομες παρ’ αὐτῶν, κ̣[αὶ]
ἐν ταῖς παναγυρίεσσι κατακαλοῦντες αὐτοὺς καθ[ὰ]
καὶ τοὺς ἄλλους οἰκιστάς, δεδόχθαι ἐπ’ ἀγαθᾶι τύχα[ι]
καὶ ὑγιείαι καὶ σωτηρίαι καὶ ὁμονοίαι τοῦ δάμου τῶν
25 Καμαριναίων καὶ τῶγ Κώιων· δέξασθαι παρ’ αὐτῶν τάν
τε θυσίαν, ἃμ ποιοῦνται τῶι Ἀσκλαπιῶι, καὶ τοὺς ἀγῶ-
νας· καλεῖν δὲ καὶ ἐπὶ ξένια τοὺς θεωροὺς τούτους τε
καὶ τοὺς ἀεὶ παραγινομένους πάσας τὰς ἁμέρας, ἅς κα
ἐπιδαμέωντι.                                                 vacat 0,10
Search Help
Contact Us