Honorific decree of Chalkis for judges from Kos.  Eight fragments of a stele of white marble; d now missing.
[ ] Kos Isl. — Kos — Asklepieion — ca. 167-150 BC — Chiron 29 (1999) 284, 8 (a-e) — SEG 49.1115 (a-e) — SEG 53.863 (a-h)
See also:
[{²corona}²]       [{²corona}²]       {²corona
[ἐπειδὴ πεμψάντων ἡμῶν ψή]φισμα καὶ πρεσβευ-
[τὴν τὸν παρακαλέσοντα Κώι]ους ἀποστεῖλαι δικ[ά]-
[σοντας τὰ]ς̣ δίκ[ας δικαστ]ὰς δύο, v ὁ δῆμος ὁ Κώ[ι]-
[ων ὑπάρχ]ω̣ν συγγ[ενὴς καὶ φίλ]ος καὶ εὔνους τῆς πό-
5 λ̣εως ἐξαπέστειλ[ε δικαστὰ]ς̣ vac. Ὀρθαγόραν Ἱππο-
[κ]ράτου, v Τίμαρχον̣ Τιμίδα̣, [οἳ] καὶ παραγενόμε̣-
[ν]οι πρὸς ἡμᾶς τήν τε ἀναστρο̣[φ]ὴν πεποίηνται
ὡς καθῆκον ἦν ἀνδ̣ράσιν καλοῖς κ̣αὶ ἀγαθοῖς ἀξ[ί]-
ως τῆς τε ἰδίας πατρίδος καὶ τῆς ἡμ̣ετέρας πόλε-
10 ω̣ς, vac. τῶν τε εἰσδοθ[ε]ισῶν εἰς αὐτοὺς κρίσεων πε-
πείρανται τὰς μὲν [π]λείστας ἀγα̣[γ]εῖν εἰς σύλλυ-
[σ]ιν, ἀκόλουθοι γιν[όμ]ενοι τῆι τῶν μεταπεμψαμέ-
[νω]ν παρακλήσει, vac. καὶ προαιρούμενοι ἐφ’ ὅσον ἦ-
[σαν δ]υνατοὶ ἐν ὁμονοίᾳ κατεστηκὸς ἀπολι%⁸¹-
15 [πεῖν τὸ π]ολίτευμα· vac. ὅσοι δὲ τῶν διαδικαζομέ-
[νων οὐκ ἐ]ν̣εχώρευν διδόναι τὰς ἐπιτροπὰς ΕΚ[․]
[— — — — β]έλτιστ̣ον πρὸ πλείστου ποιο[υ— — —]
[— — — — — — — —]ΥΣΕ̣Ρ̣Γ̣[— — — — — — — —]
                       {²desunt vv. minime tres
22 [— — — — — — — — —]Ν καὶ δ[— — — — — — — — —]
[— — — — — — — —]ΝΟΙΤΟΥΣΤΕ[— — — — — — — —]
[— — τ]ῶ̣ν ὁ̣[μοίων] ζ̣ηλωτάς, τ[ύχηι τῆι ἀγαθῆι, δε]-
25 [δόχ]θαι τοῖς [συν]έδροις καὶ τ[ῶι δήμωι· ἐπαινέσαι]
τὸν δῆμον [τὸν] Κώιων ἐπὶ τῶ[ι — — — — — καὶ τῆι ἐ]-
ξαποστολῆι [τ]ῶν δικαστῶν [ἀνδρῶν ἀξίων ἀμφοτέρων]
τῶν πόλεων καὶ στεφανῶσαι [αὐτὸν χρυσῷ στεφά]-
νῳ, v ἐπαινέσαι δὲ [κ]αὶ Ὀρθαγόρα̣[ν Ἱπποκράτου],
30 Τίμαρχον Τιμίδα̣ ἐ̣πὶ τῶι καλῶ[ς καὶ δικαίως διε]-
ξαγηγονέναι τὰς κρ[ίσ]εις καὶ στ[εφανῶσαι ἕκαστον]
[αὐτ]ῶ̣ν χ̣ρ̣υ̣σῷ στεφάν[ῳ, καλέσαι δὲ αὐτοὺς καὶ ἐπὶ]
[θυσίαν εἰς] τ̣ὸ πρυτα[νεῖον ἐπὶ τὴν κοινὴν ἑστίαν]·
[ὑπά]ρχε̣ιν δὲ [καὶ πρόσο]δ̣[ον αὐτοῖς πρὸς τοὺς συ]-
35 νέδρους καὶ τὸν δῆμον π[ρώτοις μετὰ τὰ ἱερὰ καὶ]
τὰ [Ῥ]ω̣μ̣αίων· vac. ἵνα δὲ καὶ Κῶ̣[ιοι πάντες εἰδήσωσι]
τὴν τῶν δικαστῶν καλοκἀ̣[γα]θ̣[ίαν καὶ τὰ παρὰ τοῦ]
δήμου φιλάνθρωπα, τοὺς στρατηγοὺς σφρα[γισαμέ]-
νους τόδε τὸ ψάφισμα τῇ δημοσίαι σφραγῖδι δο̣[ῦναι]
40 τοῖς δικασταῖς· vac. παρακαλεῖ δὲ ὁ δῆμος ὁ Χαλκ̣]δ̣έ-
ων Κώιους ἀποδεξαμένους φιλοφρόνως τὰ [παρὰ τῆς]
πόλεως φιλάνθρωπα καὶ ψηφισαμένους ἀπόκρι̣σ̣ι̣ν̣ κ̣α̣-
ταχωρίσαι εἰς τὰ παρ’ ἑαυτοῖς δημόσια γράμματα· προ̣-
νοηθῆναι δὲ καὶ περὶ τῶν τιμίων τῶν γεγονότων
45 τῆι τε πόλει καὶ τοῖς δικασταῖς, ὅπως ἀναγορεύ-
ηται παρ’ αὐτοῖς Διονυσίοις καὶ ἐν τοῖς μεγάλοις
Ἀσκλαπιείοις καὶ Ῥωμαίοις καθ’ ἑκάστην πανήγυ-
ριν ἐν τοῖς γυμνικοῖς ἀγῶσιν, vac. ἀναγραφῇ δὲ καὶ εἰς
στήλας τόδε τὸ ψήφισμα καὶ ἀνατεθῇ παρ’ αὐτοῖς
50 ἡ μὲν ἐν τῶι ἐπιφανεστάτῳ τόπῳ τῆς ἀγορᾶς,
ἡ δὲ ἐν τῶι ἱερῶι τοῦ Ἀσκλαπιοῦ, vac. ἵνα καὶ οἱ λοι-
ποὶ πάντες παρακολουθοῦντες τὴν εἰς τοὺς
δ̣ι̣καίους τῶν ἀνδρῶν γινομένην σπουδὴν
τοὺς ἀξίους ἀποστέλλωσιν πρὸς ἡμᾶς δικασ[τάς].
                            vacat 0,14
Search Help
Contact Us