IG XII,4 1:142
Honorific decree of Halikarnassos for the physician Hermias of Kos, followed by a response of the Koans.  Two non-joining fragments of a stele of gray marble.
[ ] Kos Isl. — Kos — Asklepieion — ca. 220 BC — Paton-Hicks (1891) 13 (b) — A. Maiuri, NSER (1925) 438 (a) — M. Segre, Iscr. di Cos (1993) ED 132 (ab)
I.frg. a                                vacat 0,02
[ἐπὶ μονάρχου] Μακαρέως, Βαδρ[ομίου — — —]
[— — — ἔδοξεν] τῆι βουλῆι καὶ τ[ῶι δήμωι, γνώ]-
[μη πρυτάνεω]ν̣· ἐπειδὴ Ἑρμίας [Ἐμμενίδα Κῶι]-
[ος ἰατρὸς διατ]ελεῖ χρείας π[αρεχόμενος κατὰ]
5 [τὴν αὑτοῦ τέχ]ν̣ην, τῶν τε πολ[ιτῶν τοὺς]
[παρεπιδημοῦν]τας ἐγ Κῷ καὶ π[εριπεσόντας]
[μεγάλαις ἀρρω]στίαις ἐπιμε[λ— — — — — —]
[— — — — πεπο]ίηκεν, τοῖς τε [— — — — — —]
[— — — — — —] τῶν πολιτῶν [— — — — — —]
10 [— — — — — —]ς αὐτοῦ χρε[ι— — — — — —]
11-15                        {²desunt 5 vv.
frg. b.16 [— — — — — — — — — — — — — — — — εὐ]-
[ν]οίας τῆς εἰς τὸν δῆμον», καὶ ἀναγγεῖλαι
[τ]ὸν στέφανον ἐν τῶι θεάτρωι ὅταν ἡ πόλις
πρῶτον ἄγηι χορικοὺς ἀγῶνας τῆι δεύτερον
20 ἡμέραι τῶν κυκλίων, τοὺς δὲ πρυτάνεις ἐφ’ ὧν
ἂν ὁ ἀγὼν συντελῆται ἐπιμεληθῆναι μετὰ
τοῦ ἀγωνοθέτου, ὅπως ἂν ἡ ἀναγγελία γένη-
τ̣αι τοῦ στεφάνου ἐν τῶι θεάτρωι· ἀναγράψαι
δὲ τόδε τὸ ψήφισμα τοὺς ἐξεταστὰς τοὺς
25 ἐ̣πὶ Τιμοθέου εἰς στήλην λιθίνην, ἔγδοσιν
[π]οιησαμένους μετὰ τοῦ πωλητοῦ ἐμ μηνὶ
[Ἐ]λευθεριῶνι, καὶ στῆσαι ἐν τῶι ἱερῶι τοῦ Ἀπόλ-
[λ]ωνος· v ἑλέσθαι δὲ καὶ πρεσβευτήν, ὅστις ἀ-
[φ]ικόμενος εἰς Κῶ τόδε τὸ ψήφισμα ἀποδώσει
30 [κ]αὶ παρακαλέσει αὐτοὺς ἐπιμέλειαν ποιήσα-
[σ]θαι ἵνα ἀναγγελῆι καὶ παρ’ αὐτοῖς ὁ στέφανος
[ἐ]ν τῶι θεάτρωι Διονυσίοις τοῖς πρώτοις καὶ
[τ]οῖς Ἀσκλαπιείοις γινομένοις κατὰ πανήγυ-
[ρι]ν, καὶ ὅπως ἂν τόπον ἀποδείξωσιν τῆι ἀναγρα-
35 [φ]ῆι τοῦ ψηφίσματος ἐν τῶι Ἀσκληπιείωι, ἵνα φα-
[ν]ε̣ρὰ πᾶσιν ἦι ἡ τοῦ δήμου εὐχαριστία. ψῆφοι ἐγέ-
[νο]ντο ἐν τῆι βουλῆι ἑκατόν, αἱ δ’ ἐν τῶι δήμωι τε-
[τρ]ακισχίλιαι. v ἡιρέθη Σαμιάδης Μενεκράτου.
                               vacat 0,025
II.frg. b.40 [ἔδ]οξεν τᾶι βουλᾶι καὶ τῶι δάμωι, γνώμα προστα-
[τᾶ]ν· περὶ ὧν Ἁλικαρνασσεῖς φίλοι καὶ σύμμαχοι
[ὑπ]άρχοντες τοῦ δάμου ψάφισμα καὶ πρεσβευ-
[τὰ]ν ἀποστείλαντες Σαμιάδην Μενεκράτου
[ἀξι]οῦντι δόμεν αὐτοῖς ἀναγόρευσιν καὶ ἀνα-
45 [γρα]φὰν στεφάνωι ὧι τετιμάκαντι Ἑρμίαν Ἐμμε-
[νίδ]α̣, δεδόχθαι ἀποκρίνασθαι αὐτοῖς ὅτι ὁ δᾶ-
[μος πρότ]ερόν τε πάντα τὰ δυνατὰ καὶ καλῶς
[ἔχ]οντα πράσσων διετέλει, καὶ νῦ̣ν̣ τ̣ὰ̣ν αὐτὰν
[αἵρ]εσιν ἔχων δίδωτι αὐτοῖς τὰν ἀναγ[ό]ρευσι[ν]
50 [το] στεφάνου καὶ τὰν ἀναγραφὰν καθὰ ἀξιοῦν-
[τι· τ]ὸν δὲ πρεσβευτὰν καλέσαι ἐπὶ ξένια εἰς
[τὸ] πρυτανεῖον.                          vacat
                            vacat 0,09
Search Help
Contact Us