IG XII,4 1:136
Honorific decree of Thasos for judges from Kos.  Lower part of a stele of white marble.
[ ] Kos Isl. — Kos — Asklepieion — ca. 300-250 BC — Chiron 29 (1999) 267, 3 — SEG 49.1108
See also:
[— — — — — — — — — — — — — — — — —]
[πρόσοδον πρὸ]ς̣ [τὴμ βουλὴν καὶ τὸν δῆμον]
[π]ρ̣ώτοις μετὰ τὰ ἱερά· vac. ὅπως δὲ ἀναγορευθ[ῶσιν]
ο̣ἱ̣ στέφανοι Διονυσίοις, ἐπιμεληθῆναι τοὺς [ἄρ]-
χ̣οντας καὶ τὸν ἱερέα τοῦ Διονύσου· ὅπως δὲ α̣[ἱ]
5 δεδομέναι τιμαὶ τῶι δήμωι τῶι Κώιωγ κα̣ὶ̣
τοῖς δικασταῖς φανεραὶ καὶ Κώιοις γένωνται [καὶ]
ἀναγραφῶσιν ἐγ Κῶι εἰς στήλην, ἑλέσθαι ἄνδρ̣[α],
ὃς ἀφικόμενος εἰς Κῶ τό τε ψήφισμα ἀποδώσε̣[ι]
Κ̣ώιοις καὶ ἀξιώσει αὐτοὺς τήν τε τῶν στεφά̣-
10 νων ἀναγόρευσιμ ποιήσασθαι ἐν τοῖς ἀγῶσ[ιν],
οἷς νόμιμόν ἐστιν αὐτοῖς τὰς τῶν τοιούτω[ν]
ἀναγορεύσεις γίνεσθαι, καὶ τόπον ἀποδεῖξαι τῆ[ς]
στήλης τῆι ἀναθέσει ὡς ἐπιφανέστατον· δοθῆναι
δὲ τοῖς δικασταῖς καὶ εἰς ἱερὰ καὶ ἐπὶ ξένια τὸν ἀ-
15 ποδέκτην τὸ ἐκ τῆς ἀρτύος, καλεσάτωσαν δ̣[ὲ]
α̣ὐ̣τοὺς οἱ ἄρχοντες ἐπὶ ξένια εἰς τὸ πρυτανε̣[ῖον]·
[ὅπ]ως δ’ ἂγ καὶ ἀποσταλῶσιν ὡς ἀσφαλέστατα,
[ἐπι]μεληθῆναι τοὺς ἄρχοντας καὶ τοὺς πολεμάρ-
[χου]ς καὶ τοὺς ἀπολόγους· τὸ δὲ ἀνήλωμα τὸ εἰς
20 [ταῦ]τα γενόμενον <⁶¹δοῦναι>⁶¹ τὸν ἀποδέκτην. vacat
[εἶπα]ν πρόεδροι· vac. ἡιρέθηι Παρμένων Ἡρακλείτου.
[δικ]α̣σταί· vac. Θεμισταγόρας Ἱππία, Νέων Ναυκλεῦς,
[— c.5 —]ρ̣άτης vv Δράκοντος.     vacat
Search Help
Contact Us