Honorific decree of Halasarna for the archon Herodotos.  Two joining fragments of a stele of gray marble; a now missing.
[ ] Kos Isl. — Halasarna (Kardamaina) — ca. 250-200 BC — SbBerlin (1901.1) 478, 2 (b) — Chiron 28 (1998) 121, 13 — SEG 48.1094
See also:
1 ἔδοξε τῶι δάμωι τῶι Ἁλασα[ρνιτᾶν],
ναποῖαι εἶπαν· ἐπειδὴ ἩρόδοτοἩρα]-
κλείτου ἀρχεύσας παρ’ Ἡρακ[λῆ τά τε]
ἱ̣ερὰ ἐξέθυσε τῶι θεῶι ὑπὲρ τ[ῶν πολι]-
5 τᾶν ἀξίως καὶ αὑτοῦ καὶ τῶν π[ρογόνων]
καὶ τοὺς παραγενομένους ἐν̣ [τῶι ὑ]-
πηρετικῶι ἐδέξατο μετὰ τῶν δ[αμοτᾶν]
οὐδεμίαν ὑποστελλόμενος δα̣[πάναν],
ἀλλὰ δηλόμενο̣[ς ἀ]πό[δει]ξιν ποε[ῖσθαι]
10 τᾶς αὑτοῦ πρ̣[οθυμίας, ἇς ἔ]χε[ι ποτὶ τὸν]
δᾶμον· ὅπω[ς οὖν καὶ ὁ δᾶμος φαίνηται τὸς]
[ἑ]α̣υ̣τὸν ε̣[ὐεργετήσαντας — — — — — — —]
[ἄ]νδρας τιμ[ῶν, vac. δεδόχθαι ἐπαινέσαι τε]
[Ἡ]ρόδοτον [ρακ]λεί̣[του ἐπὶ τᾶι εὐσεβείαι]
15 τᾶι ποτὶ τὸς θεὸς κα[ὶ τᾶι ποτὶ τὸν δᾶμον]
εὐχαριστίαι καὶ στεφ[ανῶσαι αὐτὸν χρυ]-
σέωι στ<ε>φάνωι ἀπὸ χρυ[σῶν εἴκοσι ἀρε]-
τᾶς ἕνεκε καὶ εὐνοίας τ[ᾶς ἐς αὑτόν, ἵνα]
δὲ καὶ ἁ ἀναγγελία γένη̣[ται τοῦ στεφάνου],
20 ἄνδρας ἑλέσθαι τρεῖς [ἐκ πάντων τῶν δα]-
μοτᾶν ἤδη, οἵτινες ἐπε[λθόντες ἐπὶ τὸς]
προστάτας καὶ τὰν βου[λὰν καὶ τὰν ἐκκλη]-
σίαν τό τε ψάφισμα ἀπ[οδωσεῦντι καὶ παρα]-
[κα]λεσεῦντι τὸς πολ[ίτας, ὅπως ἁ ἀναγγελία]
25 [δ]οθ̣εῖ ἐν τῶι ἀγῶνι [τῶν Διονυσίων καθ’ ἃ]
[αἰτ]ε̣ῖται ὁ δᾶμος· τ̣[οὶ δὲ ναποῖαι τοὶ ἐν ἀρ]-
[χᾶι ε]ὖ̣ντες ἀναγ[ράψαντες τόδε τὸ ψάφισ]-
[μα ἀ]ναθέντω [ἐς τὸ ἱερὸν τοῦ Ἀπόλλω]-
[νος, τ] δὲ ἀν[άλωμα τὸ γενόμενον ἔς]
30 [τε τὸ]ν στέ[φανον καὶ τὰν ἀναγραφὰν]
[τᾶς στ]ά̣λ̣α̣[ς — — — — — — — — — —]
[— — — — — — — — — — — — — — —]
Search Help
Contact Us