Decree concerning the erection of a thesauros in the Asklepieion.  Thirteen joining fragments of a stele of white marble; i and k now missing.
[ ] Kos Isl. — Kos — Asklepieion — 242 BC or shortly before — R. Herzog, HGK (1928) 37, 14 — F. Sokolowski, LSCG (1969) 155 — SEG 41.683 (cf.)
See also:
1 ἐπὶ μονάρχου Φυλοτίμο̣υ, Δαλίου νευμην[ίαι, Ἡρ]όδοτος Ἡρακλ[είτου]
εἶπε· ἀγαθᾶι τύχαι, δεδόχθαι τᾶι ἐκκλησ̣[ίαι· ποιή]σασθαι θησα̣[υρὸν]
τι Ἀσκλαπιῶι τὰμ πόλιν ἐν τῶι να̣[ῶι τοῦ Ἀσκλ]απιοῦ· το[ὶ δὲ πωλη]-
ταὶ μισθωσάντω τὸν [θη]σαυρὸν̣ [ποιήσασθαι ἐν τ]όπωι ὧι̣ [κα τοί τε]
5 προστάτα̣ι καὶ ὁ̣ ἱ̣ερεὺς̣ [τ]οῦ Ἀσκλ̣[απιοῦ καὶ τοὶ ἱεροφύλα]κε̣[ς ἀποδεί]-
[ξωντι· τὸ δὲ γενόμενο]ν ἀνάλ̣ω̣[μα τελεσάντω τοὶ τ]αμίαι ἀ̣[πὸ τῶν ὑπαρ]-
[χόντων τῶι Ἀσκλαπιῶι] χρημάτω[ν τῶν ἐπιδεδο]μένων ἐπὶ τ̣[— — — —]
[— — —· ὅσσα δὲ γέγραπ]ται ἐν τᾶ[ι ἱερᾶι διαγρα]φᾶι, ἃν ἐκύρωσε̣[ν ὁ δᾶ]-
[μος — — — — — — — ἐπὶ μ]ονάρχου̣ [— 4-5 —δ]άμ̣ο[υ, τ]ὸς ταμίας τὸς ἀε[ὶ]
10 [ἐν ἀρχᾶι ἐσσευμένος καθ’ ἑκ]άσταν [ἑξά]μηνον ἐκ τᾶν ποθόδων τῶν
[τεμενέων ἀποφέρεν, πάντα] τοὶ ταμί[αι] καταβαλλόντω ἐ̣ς τὸν θησαυ-
[ρὸν παρεύντων τῶν τε ἱερο]φ̣υ̣[λ]άκων τῶν ἐν ἀρχᾶι εὔντων καὶ ἱε〚ρε〛-
[ρέως] {²⁶ἱερέως}²⁶ Ἀσκλαπιοῦ, καὶ̣ λόγον ἐς κ[ι]βωτὸν ἐμβαλλόντω τῶν χρημάτων
[ὅσσ]α κα ἐς τὸν θησαυ̣ρὸν ἐμβληθῆι τοί τε ταμίαι καὶ τοὶ ἱερο[φ]ύλακες
15 καὶ τοὶ προστάται· χέτω δὲ ὁ θησαυρὸς κλᾶικας τέσσαρας, [τᾶ]ν δὲ
κλαικῶν τὰμ μὲν̣ μίαν τοὶ προστάται ἐχόντω, τὰ<ν> δὲ ἑτέραν τ[οὶ ἱερο]-
φύλακες, τὰ[ν] δὲ τοὶ ταμίαι, τὰν δὲ ὁ ἱερεὺς τοῦ Ἀσκλαπιοῦ· ὅ[πως οὖν]
[ὑ]παρχόντ[ω]ν χρημάτων ἐξ ἑτοίμου ταί τ[ε] θυσίαι τῶι Ἀσκλ[απιῶι vac. ]
καὶ τᾶι Ὑγ[ιεία]ι καὶ τᾶι Ἠπιόναι καὶ ἁ πανάγυρις καὶ ταὶ θε[ωρίαι καὶ τοὶ]
20 γυμνικοὶ ἀγῶνες καλῶς κα[ὶ] ἐπιφανῶς συντελῶντ[αι καὶ ἀξίως]
τῶν τε θεῶν κα[ὶ τ]ᾶς τοῦ δάμ[ου] προαιρέσιος, τοὶ ταμία[ι τοὶ ἐν ἀρ]-
χᾶι εὖντες τὰ [χρ]ήματα τὰ π[οτιπο]ρευό[μ]ενα ἐκ τᾶν [ποθόδων]
τοῦ ἕλευς, ἃ πί[π]τει ἐς τοὺς [— — — τῶι θ]ε̣ῶι, ἀποφερ[όντω παραχρῆ]-
μα ἐς τὸν θησαυρὸν ΕΣΟ[— — — — — — — —]τερον δ[— — — — — — —]
25 ἐπὶ τῶι ἕλει ἄλλο δόξηι τ̣[ᾶι ἐκκλησίαι· μεταβ]αλλό[ν]τω δὲ καὶ [τὰ]
ἐξαιρευμέν[α] ἐ̣κ τοῦ θησαυ̣[ροῦ τοῦ Ἀπόλλω]νος τοῦ ν τῶι ἱερ̣[ῶι]
τοῦ Ἀσκλαπιοῦ κ̣αὶ αἵτινές κα ἀπ̣[αρχαὶ ἐμβληθῶ]σ̣ι̣ [τ]ῶι θεῶι, καὶ ὅσσα κα
ἁ πόλις ξύλα [ἀ]γο<ρ>άξηι τῶν το[ῦ θεοῦ ἄλσεων, τὰν ἀ]ξίαν τασσέτω ἁ
ἐκκλησία, τὰν δὲ τ̣ιμὰν ἀποφε[ρόντω τοὶ ἱεροποιοὶ π]αραχρῆμα ἐς τὸν θη-
30 σαυρόν· ἀποφερό[ν]τω δὲ καὶ [τοὶ ἱεροφύλακες ὅσ]σα κα ποτέλθηι 〚τῶι〛
τῶι θεῶι ὁποθεν[ο]ῦ̣ν· ὅπ[ως — — — — — — — — — τὰ ὑπάρχο]ντα χρή-
[μ]ατα ἐκ τοῦ ἕλε̣[υς — — — — — — — — — — — — — — — — ἐπὶ] μ̣ονάρ-
[χ]ου Εὐκλε[ι— — — — — — — — — — — — — — — — — — — — — — —]
[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]
Search Help
Contact Us