Honorific decree for Kallikles of Halikarnassos. Marble stele; now missing.
| 1 | ἔδοξε τᾶι βουλᾶι καὶ τῶι δά- |
| μωι, γνώμα προστατᾶν· | |
| ἐπειδὴ Καλλικλῆς Ἀθηνοδώ- | |
| ρου Ἁλικαρνασσεὺς εὔ[ν]ο̣υ̣[ς] | |
| 5 | ἐστὶ τῶι δάμωι καὶ ἐμ πᾶσι |
| τοῖς καιροῖς πράσ̣σε[ι] καὶ λ[έ]- | |
| γει τὰ συμφέροντα πᾶσι Κ̣ώ̣ι- | |
| οις, δεδόχθαι τῶι δάμωι· ἐπαι- | |
| νέσαι τε αὐτὸν καὶ ἦμεν πρό- | |
| 10 | ξενον καὶ εὐεργέταν τᾶς πό- |
| λιος τᾶς Κώιων καὶ ἐκγόνος, | |
| ἦμεν δὲ αὐτοῖς ἔσπλουν καὶ | |
| ἔκπλουν καὶ ἐμ πολέμωι καὶ | |
| ἐν εἰράναι ἀσυλεὶ καὶ ἀσπον- | |
| 15 | δεὶ αὐτοῖς καὶ χρήμασι· τοὶ |
| δὲ πωληταὶ μισθωσάντω ἀ̣[να]- | |
| γράψαι τὸ ψάφισμα τόδε εἰς | |
| στάλαν λιθίναν καὶ ἀναθεῖ̣[ν]α̣ι̣ | |
| εἰς τὸ ἱερὸν τῶν Δυώδεκα Θεῶν. |