Honorific decree for Theron of Tyros. Nearly intact stele of white marble.
[ ]
Kos Isl. — Kos — ca. 300 BC — Paton-Hicks (1891) 1 — SGDI III,1 (1895) 3613 — M. Segre, Iscr. di Cos (1993) ED 54
See also:
| 1 | ἔδοξε τᾶι βουλᾶι καὶ τῶι δάμωι, Δια- |
| γόρας Κλευχίου εἶπε· ἐπειδὴ Θήρων | |
| Βουδαστρατου Τύριος ἀνὴρ ἀγαθός | |
| ἐστι περὶ τὸν δᾶμον τὸν Κώιων καὶ | |
| 5 | ἐμ πᾶσι τοῖς καιροῖς χρείας διατελε[ῖ] |
| παρεχόμενος πᾶσι Κώιοις, δεδόχθαι | |
| τῶι δάμωι· ἐπαινέσαι τε αὐτὸν καὶ ἦ- | |
| μεν πρόξενον τᾶς πόλιος τᾶς Κώι- | |
| ων καὶ ἐκγόνους, ἦμεν δὲ αὐτοῖς ἔσ- | |
| 10 | πλουν καὶ ἔκπλουν καὶ ἐμ πολέμωι |
| καὶ ἐν εἰράναι ἀσυλεὶ καὶ ἀσπονδεὶ | |
| καὶ αὐτοῖς καὶ χρήμασι, τοὶ δὲ π[ωλη]- | |
| ταὶ μισθωσάντω ἀναγρά[ψαι τε τὰν] | |
| προξενίαν ἐς τὰν στά[λαν καὶ θέμεν] | |
| 15 | [ἐ]ν τῶι ἱερῶι τῶν Δυώδ[εκα Θεῶν]. |