Posthumous honorific inscription and funerary epigram for Menekrates, son of Diodoros.  Stele of gray marble with relief.
[ ] Lydia — Philadelphia (Alaşehir) — Yeşilova — early 1st c. BC — LBW 640 — Pfuhl-Möbius I (1977) 546; II (1979) p. 569 — SGO 1 (1998) 484, 04/24/12
below relief.1        ὁ δῆμος ἐτείμησεν
  Μενεκράτην Διοδώρου
       χρυσῷ στεφάνῳ,
  τὸ δὲ μνημῆον κατεσκεύασεν
5   Τατιὰς Ἀπολλωνίου,
       ἡ γυνὴ τοῦ Μενεκράτους.
  Μενεκράτης καὶ Ἄμμιον τὸν ἀτῶν πα̣-
  τέρα ἐτείμησαν.
ὄλβιον ἐνθέμενος βίοτον καρποῖς ἐπέχαιρον,
10 βῶλον ἐπιψήχων πυροφόροις βοτάναις,
ἠδ’ ἐμὲ χεῖρες ἔπα<υ>ον ἀπ’ [ἔ]ργεος, ἡνίκα  † θερμα
ἀκτεῖνας προλίποιεν ἐφημέριον καταδῦσα, †
γηθοσύνῃ Δήμητρος ἀγαλλόμενον ἐχέτλῃσιν.
ἄφνω δ’ ἐν προκοπαῖς ἔλιπον βίον εἵνεκα Μοίρης,
15 ἁρπαχθὶς τέκνων <ἠ>δ’ <ἀ>λόχου γλυκερῆς,
ἥτις ἐμοὶ μὲν ἔνειμε τά<δ’> ἔξοχα δῶρα καμόντω̣ν̣,
στεψαμένη καμάτου οἶκον ἐναΐδιον,
καὶ θρήνοις κλαύσασα πολὺν χρόνον [οὐ λάβεν ἄνδρα],
ἠρεμίην κοίτης εἰς τέλος ἀραμέν[η]·
20 [δισ]σὸν δ’ ὠδείνων ἔλαχεν πόνον [– ⏑ ⏑ – –],
[οὐ μ]ὲν ἐμοῦ περιόντο[ς ἐθ]ρ̣έ̣[ψατο – ⏑ ⏑ τέκνα],
[— — —]ΜΕΝΗΜΕΓ̣[— — — — — — — — — — —]
[— — —]ΟΡΓ[— — — — — — — — — — — — —]
Search Help
Contact Us