Epitaph of Theodoros, Theodorianos, and Dioskoros.  Plaque of bluish marble; inscription in a recessed field, inside a tabula ansata.
[ ] Lydia — Philadelphia (Alaşehir) — Sarı Sığırlı — 2nd/3rd c. AD — Keil-v. Premerstein, 3. Reise (1914) 29, 31
1 τύμβον τόνδε ἔτευξε φί-
λανδρος μνείας χάριν Τατια-
νὴ ἰδίῳ πόσι Θεοδώρῳ καὶ Θε-
οδωριανῷ ἰδίῳ τέκνῳ καὶ Διοσ-
5 κόρῳ υἱοθρέπτῳ· ζῶσα δὲ ἥδε
θέτο τόδε πρόστειμον ἐπὶ
τύμβῳ· τεθείσης τῆς Τατιανῆς
κὲ Ἐπαφροδείτου συντρόφου ἐάν
τις ἕτερος ἐπιχειρήσῃ καταθέσθαι
10 τινὰ τῷδ’ ἐνὶ τύμβῳ, θήσει προσ-
τείμου εἰς τὸν φίσκον 𐆖 χείλια.
Search Help
Contact Us