Regulations of a private cult association. Stele of white marble, broken on the right, reworked at the bottom. Now missing.
[ ]
Lydia — Philadelphia (Alaşehir) — late 2nd/early 1st c. BC — Keil-v. Premerstein, 3. Reise (1914) 18, 18 — F. Sokolowski, LSAM (1955) 53, 20 — M. Paz de Hoz, Kulte (1999) 128, 1.2
| 1 | ἀγαθῆι τ[ύχηι]· |
| ἀνεγράφησαν ἐφ’ ὑγιείαι κα[ὶ κοινῆι σωτηρίαι (?)] | |
| καὶ δόξηι τῆι ἀρίστηι τὰ δοθέ[ντα παραγγέλμα]- | |
| τα Διονυσίωι καθ’ ὕπνον π[ρόσοδον διδόν]- | |
| 5 | τ’ εἰς τὸν ἑαυτοῦ οἶκον ἀνδρά[σι καὶ γυναιξὶν] |
| ἐλευθέροις καὶ οἰκέταις· Διὸς [γὰρ ἐν τούτωι] | |
| τοῦ Εὐμένους καὶ Ἑστίας τ[ῆς παρέδρου αὐ]- | |
| τοῦ καὶ τῶν ἄλλων θεῶν Σωτ[ήρων καὶ Εὐδαι]- | |
| μονίας καὶ Πλούτου καὶ Ἀρετῆς [καὶ Ὑγιείας] | |
| 10 | καὶ Τύχης Ἀγαθῆς καὶ Ἀγαθοῦ [Δαίμονος καὶ Μνή]- |
| μης καὶ Χαρίτων καὶ Νίκης εἰσὶν ἱδ[ρυμένοι βωμοί (?)]. | |
| τούτ[ωι] δέδωκεν ὁ Ζεὺς παραγγέλ[ματα τούς τε ἁ]- | |
| γνισμοὺς καὶ τοὺς καθαρμοὺς κα[ὶ τὰ μυστήρια (?) ἐπι]- | |
| τελεῖν κατά τε τὰ πάτρια καὶ ὡς νῦν [γέγραπται· πορευ]- | |
| 15 | όμενοι εἰς τὸν οἶκον τοῦτον ἄνδρε[ς καὶ γυναῖκες] |
| ἐλεύθεροι καὶ οἰκέται τοὺς θεοὺς [πάντας ὁρκούσ]- | |
| θωσαν δόλον μηθένα μήτε ἀνδρὶ μή[τε γυναικὶ εἰδό]- | |
| τες μὴ φάρμακον πονηρὸν πρὸς ἀνθ[ρώπους, μὴ ἐπωι]- | |
| δὰς πονηρὰς μήτε γινώσκειν μή[τε ἐπιτελεῖν, μὴ] | |
| 20 | φίλτρον, μὴ φθορεῖον, μὴ [ἀτ]οκείον, μ[ὴ ἄλλο τι παιδο]- |
| φόνον μήτε αὐτοὺς ἐπιτελεῖν μήτε [ἑτέρωι συμβου]- | |
| λεύειν μηδὲ συνιστορεῖν, ἀποστερ[οῦντες (?) δὲ μη]- | |
| δὲν εὐνοεῖν τῶι οἴκωι τῶιδε, καὶ ἐάν τ[ις τούτων τι πο]- | |
| ῆι ἢ ἐπιβο[υλε]ύῃ, μήτε ἐπιτρέψειν μή[τε παρασιω]- | |
| 25 | [πήσ]ειν, [ἀλ]λ’ ἐμφανιεῖν καὶ ἀμυνεῖσθ[αι. ἄνδρα παρὰ] |
| [τὴν] ἑαυτοῦ γυναῖκα ἀλλοτρίαν ἢ [ἐλευθέραν ἢ] | |
| δούλην ἄνδρα ἔχουσαν μὴ φθερε[ῖν μηδὲ παῖδα μη]- | |
| [δὲ] παρθένον μηδὲ ἑτέρωι συμβουλ[εύσειν, ἀλλ’ ἄν τι]- | |
| νι συνιστορήσηι, τὸν τοιοῦτον φα[νερὸν ποιήσειν] | |
| 30 | καὶ τὸν ἄνδρα καὶ τὴν γυναῖκα καὶ μ[ὴ ἀποκρύψειν μη]- |
| δὲ παρασιωπήσειν· γυνὴ καὶ ἀνήρ, ὃς ἂ[ν ποῆι τι τῶν προ]- | |
| γεγραμμένων, εἰς τὸν οἶκον τοῦτον μ[ὴ εἰσπορευέσθω]· | |
| θεοὶ γ[ὰ]ρ ἐν αὐτῶι ἵδρυνται μεγάλοι καὶ τ[αῦτα ἐπισκοποῦ(?)]- | |
| σιν καὶ τοὺς παραβαίνοντας τὰ παραγ[γέλματα οὐκ ἀνέ]- | |
| 35 | ξονται. γυναῖκα ἐλευθέραν ἁγνὴν εἶν[αι καὶ μὴ γινώσκ]- |
| ειν ἄ[λ]λου ἀνδρὸς πλὴν τοῦ ἰδίου εὐνὴ[ν ἢ συνουσίαν· ἐ]- | |
| ὰν δὲ γνῶι, τὴν τοιαύτην μὴ εἶναι ἁγ[ν]ή[ν, ἀλλὰ μεμιασμέ]- | |
| νην καὶ μύσο[υ]ς ἐμφυλίου πλή[ρ]η καὶ σ[έβεσθαι ἀναξίαν] | |
| τὸν θεὸν τοῦ[το]ν, [ο]ὗ ταῦτα τὰ ἱερὰ ἵδρυ[νται, μηδὲ θυσίαις] | |
| 40 | παρατυγχ[άνει]ν μηδὲ Τ[․․․․]ΑΠΟΖΗΙΟΥ[— — — — — —] |
| προσκόπτειν μηδὲ ὁρᾶν ἐπιτελούμ[ενα τὰ μυστήρια(?)· ἐ]- | |
| ὰν δὲ ποῆι τι τούτων ἀφ’ οὗ τὰ παρα[γγέλματα εἰς τήν]- | |
| δε τὴν ἀναγραφὴν ἥκουσιν, κακὰς [ἀρὰς παρὰ τῶν] | |
| θεῶν ἕξει [τὰ πα]ραγγέλματα ταῦτα [παρορῶσα· ὁ θεὸς γὰρ] | |
| 45 | ταῦτα οὔτε βούλεται γενέσθαι μηθ[αμῶς οὔτε θέλει, ἀλ]- |
| λὰ κατακολυθεῖν. οἱ θεοὶ τοῖς μὲ[ν ἀκολουθοῦσιν — — —]- | |
| σονται ἱλέως καὶ δώσουσιν αὐτο[ῖς ἀεὶ πάντα τἀγα]- | |
| θά, ὅσα θεοὶ ἀνθρώποις, οὓς φιλοῦσιν, [διδόασιν· ἐὰν δέ τι]- | |
| νες παραβ[αί]νωσιν, τοὺς τοιούτους [μισήσουσι καὶ με]- | |
| 50 | γάλας αὐτοῖς τιμωρίας περιθήσου[σιν. τὰ παραγγέλμα]- |
| τα ταῦτα ἐτέθησαν παρὰ Ἄγγδιστιν [τὴν ἁγιωτάτην] | |
| φύλακα καὶ οἰκοδέσποιναν τοῦδε τοῦ ο[ἴκου, ἥτις ἀγαθὰς] | |
| διανοίας ποιείτω ἀνδράσι καὶ γυναιξὶν [ἐλευθέροις καὶ] | |
| δούλοις, ἵνα κατακολουθῶσι τοῖς ὧδε γ[εγραμμένοις. ἐν δὲ] | |
| 55 | ταῖς θυσίαις ταῖς τε ἐμμήνοις καὶ ταῖ[ς κατὰ ἐνιαυτὸν (?) ἁ]- |
| πτέσθωσαν, ὅσοι πιστεύουσιν ἑα[υτοῖς ἄνδρες τε καὶ] | |
| [γυ]ναῖκες, τῆς γραφῆς ταύτης, ἐν [ἧι τὰ τοῦ θεοῦ παραγγέλ]- | |
| [μα]τά εἰσιν γεγραμμένα, ἵνα φαν[εροὶ γίνωνται οἱ κατα]- | |
| [κολου]θοῦ[ντ]ες τοῖς παραγγέλ[μασιν καὶ οἱ μὴ κατακολου]- | |
| 60 | [θοῦν]τες. [Ζεῦ] Σωτή[ρ], τὴν ΑΦΗ[— — — — — — — — — —] |
| [εὐμεν]ῶς προσδέχου καὶ προ[— — — — — — — — — — —] | |
| [πάρεχ]ε ἀγαθὰς ἀμοιβὰς [— — — — — — — — — — — — —] | |
| [— — —]ν ἐπὶ γῆς καὶ ἐπὶ θα[λάσσης — — — — — — — — —] | |
| [— — —]μένοις ὁμοίω[ς. — — — — — — — — — — — — —] | |
| vacat |