TAM V,3 1490
Honorific inscription for Aurelius Hermippos.  Base of gray-streaked white marble. Now missing.
[ ] Lydia — Philadelphia (Alaşehir) — after 212 AD — CIG 2.3422 — LBW 648 — M. Pas de Hoz, Kulte (1999) 151, 3.79
upper molding.1   ἀγαθῇ  τύχῃ·
lower field.2 Αὐρ(ήλιον) Ἕρμιππον, ξυστάρχην, ἱερέα
τῆς Ἀρτέμιδος, τὸν ἔνδοξον καὶ
φιλόπατριν καὶ ἐμ πᾶσιν πρῶτον,
5 ἀρχιερασάμενον ἐνδόξως με-
τὰ μεγάλων ἀναλωμάτων καὶ
δόντα κοντροκυνηγέσιον,
ἐν ᾧ ζυγὸν ἀπότομον ἐκ θείας
φιλοδωρίας, ἄρξαντα τὴν πρώτην
10 ἀρχὴν ἐπιφανῶς καὶ τὰς λοιπὰς
ἀρχὰς καὶ λειτουργίας ὑπέρ τε αὐ-
τοῦ καὶ τῶν παίδων Νεικήτου καὶ
Ἑρμίππου ἐκτελέσαντα, ἀνα-
θέντα τῇ πόλει τάχειον μὲν εἰς
15 σει̣τ̣ωνικὰ χρήματα δηναρίων
μυριάδας πέντε, καὶ δόντα εἰς
ἐπισκευὴν τοῦ πετάσου τοῦ θε-
άτρου δηνάρια μύρια, ποιησάμε-
νον δὲ καὶ ἐπιδόσεις χρημάτων τῇ
20 τε γλυκυτάτῃ πατρίδι εἰς χρήματα
σειτωνικὰ δηναρίων μυριάδας πεν-
τήκοντα καὶ τῇ κρατίστῃ βουλῇ δη-
ναρίων μυριάδας πέντε καὶ̣ τ̣ῷ σε-
μνοτάτῳ συνεδρίῳ τῆς γερουσίας
25 δηνάρια μύρια, φυλαῖς ἑπτὰ ταῖς ἑσ-
τακύαις τοὺς ἀνδριάντας πρὸς δη-
νάρια χείλια,
ἡ ἱερὰ φυλὴ τῶν ἐριουργῶν τὸν
ἑαυτῆς καὶ τῆς πατρίδος ἐν πᾶ-
30 σιν εὐεργέτην.
Search Help
Contact Us