Posthumous honorific decree of the association of Heroistai for the priestess Stratoneike. Marble pedimental stele; a wreath above the inscription
[ ]
Lydia — Koloe (Kiraz) — Çayağzı — 2nd c. BC — P. Herrmann, H. Malay, New Documents (2007) 123, 96 — Chiron 38 (2008) 195-204
1 | ἔδοξεν τῶι κοινῶι τῶν συναγομένων ἡρωϊσ- |
τῶν Ἁρπάλωι τε καὶ Ἀθηνοδώρωι καὶ | |
Μηνοδότηι καὶ Ζωστᾷ· ἐπεὶ προσήγγελ- | |
ται μετηλλαχέναι Στρατονίκην Ἀθη- | |
5 | νοδώρου τὴν ἱέρειαν, μητέρα δὲ Ἁρπά- |
λου καὶ Ἀθηνοδώρου γεγενημένην κα- | |
λὴν καὶ ἀγαθήν, πρός τε τὸ κοινεῖον | |
καὶ κατ’ ἰδίαν ἑκαστῶι προσενηνεγμένην | |
φιλανθρώπως διὰ τὴν τοῦ κοινείου σύνο- | |
10 | δον, τόν τε τῆς ζωιῆς χρόνον ἀνεστραμ- |
μένην ἐνδόξως, πειρωμένην ἀεί ποτε δια- | |
φυλάσσειν τήν τε εὐκοσμίαν καὶ φιλανθρω- | |
πίαν ἀξίως τῶν προγόνων, οὖσαν θεο- | |
σεβῆ {ι}, δίκαιον δέ ἐστιν καὶ καλῶς ἔχον γε- | |
15 | γονυίας αὐτῆς ἀνεγκλήτου τιμηθῆναι αὐ- |
τὴν ὑπὸ τῶν κοινεαστῶν, ὅπως ἄγηται | |
καὶ ταύτης ἡμέρα, ὅταν αἱ λοιπαὶ συντε- | |
λῶνται θυσίαι, καθάπερ καὶ τοῖς προγό- | |
νοις αὐτῆς· στεφανῶσαι δὲ αὐτὴν καὶ χρυ- | |
20 | σῶι στεφάνωι ἀπὸ χρυσῶν δέκα· ἀναθεῖνα[ι] |
δὲ καὶ εἰκόνα γραπτὴν ἐν τῶι ἡρώιωι· στῆσα[ι] | |
δὲ καὶ ἐγ λίθου λευκοῦ στήλην καὶ ἐνγράψ[αι] | |
τὸ ψήφισμα, ὅπως ὑπάρχηι αὐτῆι αἰώνιον ὑπ[ό]- | |
μνημα τῆς πρὸς πάντας φιλαγαθίας, ἀ- | |
25 | ποστεῖλαι δὲ καὶ ἄνδρας, οἵτινες συμ- |
μείξαντες Ἁρπάλωι καὶ Ἀθηνοδώρωι τάς | |
τε ἐψηφισμένας τιμὰς ἀποδώσουσιν καὶ | |
παρακαλέσουσιν αὐτοὺς μετρίως ἐνεγκεῖν | |
τὴν ἀποθέωσιν, γεγενημένης αὐτῆς φιλο- | |
30 | τέκνου καὶ ἀμεμψιμοιρήτου παρὰ πᾶσιν ἀν- |
θρώποις ἐν τῷ τῆς ζωιῆς χρόνωι. |