Confession inscription. Marble stele with flat-topped pediment; inscription below a recessed field containing a representation of a human leg.
[ ]
Lydia — Köleköy (Tarsi?) — 154/155 AD — P. Herrmann, H. Malay, New Documents (2007) 93, 66
| 1 | ἐπεὶ ὗς ἀπόλετο {²⁶ἀπώλετο}²⁶ Ἀπολλωνίου |
| ἔτει ∙ σζι, ∙ περὶ τούτου σκῆπτρον ἐ- | |
| φέστη Ἀπόλλωνος Ταρσίου· καὶ μη- | |
| δενὸς ὡμολογήσαντος παρ’ αὐτό, | |
| 5 | ἐξ ὑστέρου εὑρεθεὶς παρὰ Ἀλεξάν- |
| δρῳ Τασιλα· πείσαντος τοῦ ἱερέως | |
| προσλαβέσθαι τὸν ὗν τὸν Ἀπολλώ- | |
| νιν, ἐπιγνοὺς ὅτι ἐντὸς τῆς προθεσ- | |
| μίας τῶν ἡμερῶν, ὧν ὑπεξειρημέ- | |
| 10 | νων ἦσαν, ὑπερχρόνον ἦν, ἀπελάσαν- |
| τος τὸν ὗν ὁ θεὸς ἐπεζήτησε στηλ- | |
| λογραφῆσαι τὰς δυνάμεις τοῦ θεοῦ | |
| Τατίαν γυναῖκα τοῦ Ἀπολλωνίου· | |
| ἔτους ∙ σλθ. |