Two documents from the Attalid chancellery. Lower part of a large marble stele, inscribed on both sides.
[ ]
Lydia — Daldis (Nardi Kalesi) — Taşkuyucak — 165/164 BC — P. Herrmann, H. Malay, New Documents (2007) 49, 32 — SEG 59.1376 (cf.)
| face A.1 | [— — c.15 — —]ΤΙ[— — c.10 — —]ιδείξεις ἐν [τῶι πο]- |
| λέμωι Κουρνουβευδος· τ̣ο̣ὺ̣ς δ’ ἐ̣ν τούτωι τῶι τό- | |
| πωι κατοικοῦντας Μυσοὺς [— 6-7 —]Ν εἰς Καστωλ- | |
| λὸμ μετάγειν, ἐπεὶ καὶ χ̣ώ̣[ρα? παν]τ̣ελῶς [ὑ]πάρχει | |
| 5 | ἐκεῖ περισσή· ἐντυχόντων δὲ̣ [— 8-10 —] τοῦ Ἀπ[ολ]- |
| λωνίου Χάρακος καὶ ΦΑΝ[— c.12 —] δ[ὲ] ἐ[πὶ?] τῆς χ̣[ώ]- | |
| ρας εὐχαριστεῖν ΕΝ̣ΕΔ[— c.10 —] ἐν τῶι Κ[ουρ]- | |
| νουβευδει Μυσοὶ ΚΑΤ̣[— c.9 —] κ̣α̣ὶ̣ γεγόνασιν α̣[ὐ]- | |
| τοῖς συνήθεις βούλε̣σ̣θ̣[αι? — c.10 —]ΑΙ ὅ̣πως Ν[․․] | |
| 10 | δι’ ἑαυτοὺς δοκῶσ̣ι̣ν̣, ἐ̣γ̣ὼ̣ καὶ? [— — — — —]Ν ἀπ̣[ο]- |
| δεξάμενος τὴν εὐγνωμο̣σύ[νην καὶ] με[τρι]ό̣τ[η]τα α[ὐ]- | |
| τῶν, τοῦτο μὲν συνεχώρησα̣ Ο̣[․․․․]ΟΥΣΑΝ, Λυκίνωι δ̣[ὲ] | |
| τῶι γεωδότηι συνετάξαμεν [— c.6 —]ειν ὅ̣θ̣εν δ[υ]- | |
| ναίμεθα χώραμ προσορίσαι αὐτοῖς· ἐπεὶ δὲ κατεφθ[ι]- | |
| 15 | μένοι πέρυσι ὑπὸ τῶμ πολεμίωμ πολλῆς προμη[θεί]- |
| ας ἄξιοι εἰσίν, συγχωρῶ π̣ρ̣ὸς οἷς ἐπεχωρήσα- | |
| μεμ πένθ’ ἔτεσιν ἀτελείαν αὐτοῖς καὶ ἄλλων | |
| πέντε, καθὰ καὶ τοῖς ἐγ Καδόοις Μυσοῖς συν[ε]- | |
| χωρήσαμεγ, καὶ ἀπὸ τριῶν τὴγ καταγραφὴν γ̣[ί]- | |
| 20 | νεσθαι· ὅταγ γὰρ ἀναγκαιοτέρα χρεία γίνητα[ι], |
| αὐτοὶ διὰ τὴμ προθυμίαγ καὶ εὔνοιαν οἷδ’ ὅτι δ̣ώ̣σ[ου]- | |
| σιν πλείονας σ<τ>ρατιώτας· καὶ τῆς ἐφ’ ἔτους δεκ̣[α]- | |
| τείας παρεθήτωσαμ πάντες, ὁμοίως δὲ καὶ | |
| οἷς τὰ εἴσφορα ἐπιγέγραπται· ἐπεὶ περὶ τὴν τοῦ χωρί- | |
| 25 | ου οἰκοδομίαγ γίνονται, καὶ ἡμεῖς λατύπου[ς] |
| ὡμολογήκαμεν αὐτοῖς χορηγήσειν· vac. Γ vac. | |
| isolated letters.1 | Μ, Β |
| face B.1 | [— — — —]Ρ̣Ε[— — — — — το]ύτων δὲ τῶν ΑΝ̣[— — — — — —] |
| [․]δ̣ρ̣ι̣α̣ι̣ ἐπιγέγραπ[ται — 2-3 — ὑ]πάρχειν τὰ φιλάνθρωπ[α — 7-8 —] | |
| ΝΑΣ τῶν συναναφερομένων <λι>ποστρατῆσαι ἐν τῶι βʹ καὶ λʹ ἔτει περι- | |
| ελεῖν· ὑπάρχειν δὲ ταὐτὰ τοῖς ἄλλοις· τὴν ἀσυλίαν τοῦ Διὸς τοῦ | |
| 5 | Στρατίου ὑπάρχειν, ἀντὶ τῶν προσυνκεχωρημένων σταδίων |
| ἑπτὰ ἔσται ἐπὶ στάδια δέκα· καὶ ἵνα Βάκχιος ὁ ἱερεὺς π̣οῆι στέφα- | |
| νον χρυσοῦν· τὰ ἀναφερόμενα ὀφειλήματα τὰ ἐν ἡμῖν ἀργυρικὰ ἢ σι- | |
| τικὰ ἕως τοῦ τρίτου ἔτους ἀπολῦσαι, εἰ μή τινες πράξαντές | |
| τινα αὐτοὶ κατεισχήκασι· περὶ τῶν ἐνπεπυρισμένων καὶ κα- | |
| 10 | θ̣ειλ̣κυσμένων οἰκιῶν ἐν τῶι προαστίωι προνοηθῆναι, ἵν’, ἐπεὶ̣ |
| δημόται ἐσμέν, μεταδοθῇ τι εἰς τὴν κατασκευὴν αὐτῶν· Σι- | |
| βλόην κώμην τὴν πρότερον οὖσαν ἡμετέραν, περὶ ἧς γέγρα- | |
| πται, ἵνα διορθωσαμένων ἡμῶν τὴν τιμὴν Μελεάγρωι τῶι | |
| ἠγορακότι αὐτὴν δραχμῶν vv ΥΜΗ — Ϲ v ἀποδοθῇ, κομί- | |
| 15 | σασθαι νῦν ἄνευ τιμῆς, ὅπως ὑπάρχωσιν αἱ ἐξ αὐτῆς |
| πρόσοδοι εἴς τε τὰς τοῦ Διὸς τοῦ Στρατίου καὶ τὰς ὑπὲρ ὑ- | |
| μῶν συντελουμένας θυσίας καὶ διαμένῃ ἡμῖν ἱερὰ καὶ ἀτελής· | |
| τὸ δὲ ἀργύριον δοθῆναι ὑπὲρ αὐτῆς ἐκ τοῦ βασιλικοῦ τῶι Μελεά- | |
| γρωι· εἰς τὰ ἐλλείποντα τοῖς κλήροις καὶ προσδόμασιν δο- | |
| 20 | θῆναι κώμας· ἐπ<ε>ὶ αἱ πρότερον ἀφαιρεθεῖσαι ἡμῶν οὐκ ἀ- |
| ποκατεστάθησαν ὃν τρόπον συνεκεχωρήκεις παραδεῖ- | |
| ξαι Θιλευδον καὶ Πλαζειρα κατοικίας κυνηγῶν· τοὺς δ’ ἐν | |
| τούτοις μετάγειν εἰς ἃς ἂν κρίνῃ κατοικίας Λυκῖνος ὁ γεωδό- | |
| της, συντετάχαμεν γὰρ τούτωι ἐπιβλέψαντι παραδεῖξαι. | |
| below.1 | 〚[α]ὐτὸς̣ ἔ̣κ̣οψα Ἱέρ̣ων〛 (?) |