Posthumous honorific decree of the Mysoi Abbaeitai for Philomelos.  Marble pedimental stele, broken below; a wreath in a rectangular field above the inscription.
[ ] Lydia — Silandos (Karaselendi) — 2nd/1st c. BC — EA 36 (2003) 19-23
1 ἔδοξ̣ε̣ν̣ Μ̣υσῶν Ἀβαϊτῶν τῇ βουλῇ
καὶ τῶι̣ δήμωι· ἐπεὶ Φιλόμηλος Ὀφ[έ]-
λα, τῶν πολειτῶν ἀνὴρ καλὸς καὶ
A)GAQO\S KAI\ GE/NOUS PRW/TOU, A)XQE[I\S]
5 ἐκ παιδὸς ἡλικίας καλῶς καὶ κοσμίω̣[ς]
κατὰ πάντα πρὸς ἀρετὴν ἐπαιδεύθ[η],
γενόμενος δὲ κατὰ τὴν τοῦ ἀνδρὸ[ς]
ἡ̣λικίαν σωφροσύνῃ πολὺ διήνεγ-
κεν τῶν ἄλλων, ἔν τε ταῖς ὑπὲρ τῆς
10 πατρίδος πρεσβηίαις καὶ ταῖς ὑπὲρ αὐτῆς̣
λῃτουργίαις ἀί τινος ἀγαθ‵ο′ῦ γινόμενος
παραίτιος οὐ διέλειπεν εὐεργετῶν, ἔν τε̣
τῶι κατ’ ἰδίαν βίωι χρηστότητι καὶ ἐπεικήᾳ̣
διαφέρων μεγαλομερῆ τὴν ἀπὸ τοῦ βίου
15 παρείχετο χρηίαν, ὑπάρχων πρὸς μὲν ἀν-
θ̣ρώπους δίκαιος, πρὸς δὲ τοὺς θεοὺς ὅ̣[σι]-
[ο]ς, ἐστεφανωκὼς δὲ πολλάκι καὶ τὸν δῆ̣[μον],
ἐφ’ οἷς ἐπαινούμενος διετέλει· τὰ νῦν [δ’ (?) ἐ]-
πεὶ μετήλλαξ<ε>ν τὸν βίον, δεδόχθαι τῇ βο[υ]λ̣ῇ̣
20 [καὶ] τ̣[ῶ]ι δήμωι στεφάνω{ι}θ̣[ῆναι] {²⁶στεφανωθῆναι}²⁶ τιμ[αῖς]
[— — — — — — — — — — — — — — — —]
Search Help
Contact Us