Letter of Hermogenes to the governor Arrius Antoninus.  Large marble block, originally an architrave block.
[ ] Lydia — Sardis (Sart) — Çapaklı — 188/189 AD — H. Malay, Researches (1999) 119, 131 — AnnÉp (1999) 1534
See also:
1                    ἐπ̣[ιστολὴ]
τῷ σωτῆρι τῆς ἐπαρχείας ἀνθ(υπάτῳ)
Ἀρρίῳ Ἀντωνείνῳ παρὰ Ἑρμογέ-
νους τοῦ Δη<μη>τρίου Σαρδιανοῦ νεω-
5 κόρου θεοῦ Μηνὸς Ἀσκηνοῦ προ-
πάτορος τοῦ ὄντος ἐν Σάρδεσιν·
ἔχοντος, κύριε, δίκαια τοῦ θεοῦ ἐκ
βασιλικῶν δωρεῶν καὶ ἐπικρίσεων
ἐννόμων καὶ ἐπιτρόπων καὶ τῆς βου-
10 λῆς καὶ τοῦ δήμου δίδοσθαι κατ’ ἔτος
ὑπὸ τῶν ἀρχόντων τῆς πόλεως ὡρισ-
μένα κὲ κεκριμένα ἐξ ἔθους 𐆖 χʹ εἴς
τε τὰς θυσίας κὲ σπονδὰς τοῦ θεοῦ
κὲ τοῦ αὐτοκράτορος [ν]είκης τε κὲ αἰ-
15 ωνίου διαμονῆς κὲ τῶν ἀφθόνων καρ-
πῶν, κὲ δεδομένων τούτων ὑπὸ τῶν κα-
τ’ ἔτος ἀρχόντων, σήμερον μὴ διδομένων
ὑπὸ τοῦ ἐνεστῶτος ἄρχοντος Αὐρ(ηλίου) Κτη-
σίππου κὲ ἐπὶ τούτων τῶν θυσιῶν δέο-
20 μαί σου τῆς τύχης κελεῦσαί σε τῷ ἄρ-
χοντι Αὐρ(ηλίῳ) Κτησίππῳ δοῦναι τὰ ἐξ ἔθους
διδόμενα 𐆖 χʹ πρὸς τὸ τὰς θυσίας τῷ θεῷ
τὰς νενομισμένας ἐκτελεῖσθαι· ὑπέτα̣-
ξα δὲ κὲ τῶν πρὸ σοῦ ἀνθυπάτων κὲ ἐπιτρό-
25 πων ἐπικρίσεις· Οὐενουλήϊος Βάλης
ἐπίτροπος Αὐτοκράτορος Οὐεσπασιανοῦ
Σαρδιανῶν ἄρχουσι χαίρειν· τὰ ἐξ ἔθους
εἰς τὰ τοῦ Μηνὸς μυστήρια χορηγούμενα
εὔλογόν ἐστιν δίδοσθαι ἑκάστου ἔτους·
30 κὲ Ἀσπ[ρήν]α̣ς ἀνθύπατος οὕτ̣[ω]ς̣.
Search Help
Contact Us