Honorific decree for [-]te, daughter of Polyeuktos, a priestess of Athena Polias. Three fragments of a stele of white marble; b and c joining. Non-stoich. c. 30-36.
[ ]
Attica — Athens — Akropolis — 236/5 BC — IG II² 776 — H. Kotsidu, Time kai Doxa (2000) 59, KNr. 13 [E4]
See also:
| [— — — — — — — — — — — — — — — — —] | |
| [— — — —, ἀγαθῆι τύχει, δεδόχθαι τῆ]ι β̣[ουλῆι]· | |
| [τοὺς προέδρους οἳ ἂν λάχωσιν] προεδρεύε̣[ιν] | |
| [εἰς τὴν ἐπιοῦσαν ἐκκλησίαν χρη]ματίσαι περ[ὶ] | |
| [τούτων, γνώμην δὲ ξυμβάλλεσθ]αι τῆς βουλῆς | |
| 5 | [εἰς τὸν δῆμον, ὅτι δοκεῖ τεῖ βο]υλεῖ τὰ μὲ̣ν ἀγα- |
| [θὰ δέχεσθαι, ἅ φησιν ἡ ἱέρεια γ]ε̣γονέ[να]ι ἐν τοῖς | |
| [ἱεροῖς, οἷς ἔθυσεν ἐφ’ ὑγιείαι καὶ σ]ωτηρίαι τῆς βου- | |
| [λῆς καὶ τοῦ δήμου καὶ παίδω]ν καὶ γυναικῶν | |
| [καὶ τοῦ βασιλέως Δημητρίου κ]αὶ τῆς βασιλίσης | |
| 10 | [Φθίας καὶ τῶν ἐγγόνων αὐτῶν]· ἐπειδὴ δὲ [ἡ] ἱέρει- |
| [α τῆς Πολιάδος ἐπεμελήθη κα]λ̣ῶς καὶ φιλοτίμ- | |
| [ως τῆς τε κοσμήσεως τῆς τρ]απέζης κατὰ τὰ | |
| [πάτρια καὶ τῶν ἄλλων, ὧν προσ]έτ{τ}αττον {²⁶προσέταττον}²⁶ οἵ τ[ε] | |
| [νόμοι καὶ τὰ ψηφίσματα τοῦ δήμ]ου, διατελε[ῖ] | |
| 15 | [δὲ ἐν παντὶ] κ̣αιρ̣ῶι φιλο[τιμουμέ]νη περὶ [τ]- |
| [ὴν θε]όν, καὶ ἐ[π’ Ἀ]λκι<β>ιάδου ἄ[ρχοντος] ἀνέθη- | |
| [κεν] ἐκ τῶν ἰδί[ω]ν Θήραιον κα[ὶ — c.8 — —]ΙΣΤ[․․] | |
| [․․]ον καὶ τρίχαπτα· ἐμέρισεν [δὲ καὶ τοῖς Πραξι]- | |
| [ερ]γίδαις εἰς τ[ὴ]ν θυσίαν τὴν π[άτριον ἐκ τῶν] | |
| 20 | [ἰ]δίων ἑκατὸν [δρ]αχμάς· ὅπως ἂ[ν οὖν καὶ ὁ δῆμος] |
| φαίνηται τιμ[ῶν] τοὺς περὶ πλε[ίστου ποιουμένο]- | |
| υς τὴ<⁶¹ν>⁶¹ εἰς το[ὺς] θεοὺς εὐσέβ[ειαν, ἐπαινέσαι] | |
| τὴν ἱέρειαν [τῆς] Ἀθηνᾶς τῆς [Πολιάδος — c.7 —]- | |
| την Πολυε[ύκτου] Βατῆθεν θ[υγατέρα καὶ στε]- | |
| 25 | φανῶσαι θα[λλοῦ] στεφάνω[ι εὐσεβείας ἕνεκα] |
| τῆς εἰς τὴν [θεόν· ἐ]παινέ[σαι δὲ καὶ τὸν ἄνδρα αὐτ]- | |
| ῆς Ἀρχέστρα[τον Ε]ὐθυκρ[άτους Ἀμφιτροπῆθεν] | |
| καὶ στεφανῶ[σαι α]ὐ̣τὸ[ν θαλλοῦ στεφάνωι] | |
| εὐσεβείας ἕ[νεκα τ]ῆ[ς εἰς τὴν θεὸν καὶ φιλοτι]- | |
| 30 | μίας τῆς εἰ[ς τὴν βουλὴν καὶ τὸν δῆμον· ἀναγρά]- |
| ψαι δὲ τόδε [τὸ ψήφισμα τὸν γραμματέα τὸν κα]- | |
| τὰ̣ πρυ[τανείαν ἐν στήλει λιθίνει καὶ στῆσαι ἐν] | |
| [ἀκροπόλει· — — — — — — — — — — — — —] | |
| [— — — — — — — — — — — — — — — — —] |