| 1 | [ἐ]πὶ Ἡγεμάχου ἄρχοντος, μηνὸς Πυαν- |
| οψιῶνος πέμπτει ἱσταμένου· ἀγορὰ | |
| κυρία τῶν θιασωτῶν· ἔδοξεν τοῖς θι- | |
| ασώταις· Κλέων Λεωκράτου Σαλαμίν- | |
| 5 | ιο̣ς εἶπεν· ἐπειδὴ Δημήτριος γραμμ- |
| ατεὺς αἱρεθεὶς ὑπὸ τῶν θιασωτῶν ἐ- | |
| πὶ Κλεάρχου ἄρχοντος καλῶς καὶ δι- | |
| καίως ἐπεμε̣λήθη τῶν κοινῶν πάντω- | |
| ν καὶ τοὺς λογισμοὺς ἀπέδωκεν ὀρθ- | |
| 10 | [ῶ]ς καὶ δικαίως καὶ εὐθύνας ἔδωκεν |
| ὧν τε αὐτὸς ἐκυρίευσεν καὶ 〚τ〛 ἃ πρὸς | |
| τοὺς ἄλλους ἐξελογίσατο ὅσοι τι τ- | |
| ῶν κοινῶν διεχείρισαν, καὶ νῦν δια- | |
| τελεῖ τὰ συνφέροντα πράττων καὶ λ- | |
| 15 | έγων ὑπὲρ τῶν θιασωτῶν καὶ κοινῆι |
| καὶ ἰδίαι ὑπὲρ ἑκάστου, καὶ ψηφισα- | |
| μένων τῶν θιασωτῶν μισθὸν αὐτῶι δ- | |
| ίδοσθαι ἐκ τοῦ κοινοῦ καὶ τοῦτον ἐ- | |
| πέδωκε τοῖς θιασώταις, ἀγαθῆι τύχ- | |
| 20 | ηι δεδόχθαι τοῖς θιασώταις, ἐπαιν- |
| έσαι Δημήτριον Σωσάνδρου Ὀλύνθι- | |
| ον ἀρετῆς ἕνεκα καὶ δικαιοσύνης ἧ- | |
| ς ἔχων διατελεῖ πρὸς τὸ κοινὸν τῶν | |
| θιασωτῶν καὶ στεφανῶσαι αὐτὸν ἀν- | |
| 25 | αθήματι ἀπὸ ∶𐅄∶ δραχμῶν· τὸ δὲ ἀνάθ- |
| ημα ἀναθεῖναι ἐν τῶι ἱερῶι οὗ ἂν βο- | |
| ύληται αἰτήσας τοὺς θιασώτας, ὅπω- | |
| ς ἂν καὶ οἱ ἄλλοι φιλοτιμῶνται εἰς | |
| τοὺς θιασώτας, εἰδότες ὅτι χάριτα- | |
| 30 | ς ἀπολήψονται παρὰ τῶν θιασωτῶν ἀ- |
| ξίας τῶν εὐεργετημάτων· τὸν δὲ ταμ- | |
| ίαν τὸν ἐπὶ Ἡγεμάχου ἄρχοντος δοῦ- | |
| ναι τὸ ἀργύριον εἰς τὸ ἀνάθημα καὶ | |
| ἐπιμεληθῆναι τοῦ ἀναθήματος ὅπω- | |
| 35 | ς ἂν τὴν ταχίστην συντελεσθεῖ· στε- |
| φανῶσαι δὲ αὐτὸν καὶ θαλλοῦ στεφά- | |
| νωι ἤδη, ἀναγορεύειν δὲ τόνδε τὸν σ- | |
| τέφανον τοὺς ἱεροποι̣οὺς τοὺς ἀεὶ | |
| λανχάνοντας ἱεροποεῖν μετὰ τὰς σ- | |
| 40 | πονδάς, ὅτι στεφανοῖ τὸ κοινὸν τῶι- |
| δε τῶι στεφάνωι Δημήτριον ἀρετῆς | |
| ἕνεκα καὶ εὐνοίας ἧς ἔχων διατελε- | |
| ῖ εἰς τοὺς θιασώτας· ἐὰν δὲ μὴ ἀναγο- | |
| ρεύσωσι, ἀποτινέτωσαν τῶι κοινῶι | |
| 45 | 𐅄∶ δραχμάς. ἀναγράψαι δὲ τόδε τὸ ψή- |
| φισμα πρὸς τῶι ἀναθήματι. | |
| 46a | in corona: |
| 47 | οἱ θιασῶται |
| Δημήτριον | |
| Ὀλύνθιον. |
IG II²
1263