Honorific decrees for the prytaneis of Aigeis. Pedimental stele of blue marble, in three joining fragments. Non-stoich. 45-46 (I) and 47-48 (II).
[ ]
Attica — Athens — Agora — 259/8 BC — Hesperia 38 (1969) 418, 1 — Agora XV 89
See also:
| I.1 | ἐπὶ Φιλίνου ἄρχοντος, ἐπὶ τῆς Αἰγεῖδος πρώτης πρυτανείας, ἧ- |
| ι Θεότιμος Στρατοκλέους ΘοραιεὺςII ἐγραμμάτευεν· Ἑκατομ- | |
| βαιῶνος ἑνδεκάτει· ἑνδεκάτει τῆς πρυτανείας· ἐκκλησία κυ- | |
| ρία· τῶν προέδρων ἐπεψήφιζεν Ἀρεσίας Λαμπροκλέους Πειρα- | |
| 5 | ιεὺς καὶ συμπρόεδροι· ἔδοξεν τῶι δήμωι· v Λύανδρος Λυσιάδου |
| Ἀναφλύστιος εἶπεν· περὶ ὧν ἀπαγγέλλουσιν οἱ πρυτάνεις τῆς | |
| Αἰγεῖδος ὑπὲρ τῆς θυσίας, ἧς ἔθυον τὰ πρὸ ἐκκλησίας τῶι τε Ἀ- | |
| πόλλωνι τῶι Προστατηρίωι καὶ τεῖ Ἀρτέμιδι τεῖ Βουλαίαι καὶ τ[ο]- | |
| ῖς ἄλλοις θεοῖς, οἷς πάτριον ἦν, vv ἀγαθεῖ τύχει, δεδόχθαι τῶι δ[ή]- | |
| 10 | μωι· τὰ μὲν ἀγαθὰ δέχεσθαι, ἅ φασιν γεγονέναι ἐν τοῖς ἱεροῖς [ἐφ’] |
| ὑγιείαι καὶ σωτηρίαι τῆς βουλῆς καὶ τοῦ δήμου 〚[καὶ τοῦ βασιλέ]〛- | |
| 〚[ως Ἀντιγόνου καὶ τῆς βασιλίσσης Φίλας καὶ τῶν ἐγγόνων αὐτῶ]〛- | |
| 〚[ν]〛· v ἐπειδὴ δὲ οἱ πρυτάνεις τῆς Αἰγεῖδος τεθύκασιν ὑπὲρ τῆς | |
| [π]όλεως φιλοτίμως, ὅπως ἂν ἔχει καλῶς καὶ εὐσεβῶς τεῖ βουλε[ῖ] | |
| 15 | [κα]ὶ τῶι δήμωι τὰ πρὸς τοὺς θεούς· v ἐπιμεμέληνται δὲ καὶ τῆς |
| [συλ]λογῆς τοῦ δήμου ἀκολούθως τοῖς νόμοις· v ἐπαινέσαι τοὺ- | |
| [ς πρ]υτάνεις τῆς Αἰγεῖδος καὶ στεφανῶσαι χρυσῶι στεφάνωι κα- | |
| τ̣ὰ̣ [τ]ὸν νόμον ἀρετῆς ἕνεκα καὶ δικαιοσύνης τῆς εἰς τὸν δῆμο- | |
| ν τὸ̣[ν] Ἀ̣θηναίων· v ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα τὸν γραμματέ- | |
| 20 | α τὸν κ̣[α]τὰ πρυτανείαν ἐν στήληι λιθίνηι καὶ στῆσαι ἐν τῶι πρυ- |
| τανικῶι· ε̣[ἰς] δὲ τὴν ἀν[α]γ̣ραφὴν τῆς στήλης μερίσαι τὸν ἐπὶ τεῖ v | |
| διοικήσει τ̣ὸ̣ γενόμ[εν]ον ἀνάλωμα. | |
| vacat 0,12 | |
| II.23 | ἔδοξεν τεῖ βουλεῖ· Λυκομήδης Διοχάρου Κον[θ]υλῆ[θε]ν εἶπεν· ἐπ- |
| ειδὴ ο<ἱ> πρυτάνεις τῆς Αἰγεῖδος ἐπαινέσαντες κα[ὶ στε]φανώ̣σα̣[ν]- | |
| 25 | τες ἀποφαίνουσιν τεῖ βουλεῖ τὸν ταμίαν τῆς βουλῆς Λ̣[ύανδρον] |
| Ἀναφλύστιον καὶ τὸν ταμίαν τὸν ἐξ ἑαυτῶν Ἀριστοκλῆν [Ἁλαιέα] | |
| καὶ τὸν γραμματέα Θαλινίδην Ἁλαιέα τάς τε θυσίας ἁπά[σας τεθ]- | |
| υκέναι τὰς καθηκούσας ἐν τεῖ πρυτανείαι ὑπὲρ τῆς βου[λῆς καὶ] | |
| τοῦ δήμου 〚— — — — — — — — — — — — — — — — — — — —〛 | |
| 30 | ἐπιμεμελῆσθαι δὲ καὶ τῶν ἄλλων ἁπάντων καλῶς καὶ φιλο̣[τίμως], |
| ἀγαθεῖ τύχει, δεδόχθαι τεῖ βουλεῖ· v ἐπαινέσαι τὸν ταμίαν [τῆς βο]- | |
| υλῆς v Λύανδρον Λυσιάδου Ἀναφλύστιον v καὶ τὸν ἐξ ἑαυτ[ῶν vv] | |
| Ἀριστοκλῆν Θρασυκλέους Ἁλαιέα v καὶ τὸν γραμματέα Θ̣[αλινί]- | |
| δην Κνοίθωνος Ἁλαιέα v καὶ τὸν πεφιλοτιμημένον εἰς ἑα̣[υτοὺς] | |
| 35 | Νίκιππον Αὐτοκλέους ἐκ Κολωνοῦ· v ἐπαινέσαι δὲ καὶ τὸν̣ [κήρυκα] |
| τῆς βουλῆς καὶ τοῦ δήμου Εὐκλῆν Φιλοκλέους Τρινεμε[έα καὶ v] | |
| τὸν γραμματέα τοῦ δήμου Δύνατον Κριτοδήμου Πειρα̣[ιέα καὶ v] | |
| τὸν ὑπογραμματέα Νικόμαχον Νίκωνος Γαργήττιον· v ἀ̣[ναγράψ]- | |
| αι δὲ τόδε τὸ ψήφισμα τὸν γραμματέα τὸν κατὰ πρυτανε̣[ίαν ἐν σ]- | |
| 40 | τήληι λιθίνηι καὶ στῆσαι ἐν τῶι πρυτανικῶι· εἰς δὲ τὴν ἀν[αγραφὴν] |
| τῆς στήλης μερίσαι τὸν ἐπὶ τεῖ διοικήσει τὸ γενόμενον [ἀνάλωμα]. | |
| vacat | |
| col. I.42 | Ἁλαιεῖς |
| Ἀριστοκλῆς Θρασυκλέου | |
| Θαλινίδης Κνοίθωνος | |
| 45 | Ἀρχέδημος Διοδώρου |
| [Δ]ημοφάνης Ἐπιζήλου | |
| [Μ]νησαγόρας Νικομένου | |
| [Ἀ]ριστοκράτης Πυθίππου | |
| Νικοκλῆς Νικύλου | |
| 50 | Κλειτίας |
| Μνήσαρχος | |
| Κολλυτεῖς | |
| Ἀριστίων Πολυκράτου | |
| Ναυκράτης Ναυκλέους | |
| 55 | Ἐρσιγένης Σίμωνος |
| Καλλικράτης Πυθοδήλου | |
| Ἀνκυλεῖς | |
| Εὔαλκος Διοδώρου | |
| ἐκ Κολωνοῦ | |
| 60 | Ἀντιφάνης Καλλίου |
| Ν̣ίκιππος | |
| Ὀτρυνεῖς | |
| Εὐξίθεος Φιλιστίδου | |
| vacat 0,20 | |
| col. II.64 | Ἐρχιεῖς |
| 65 | Σμῖκρος Ἀριστίωνος |
| Μικίων Κηφισοδώρου | |
| Παναίτιος Μικίωνος | |
| Ἀμύντωρ Χαρίνου | |
| Φιλίων Διογείτονος | |
| 70 | Διοκλῆς Ἀριστοφίλου |
| Πανταίνετος̣ Ἐπαινέτ(ου) | |
| Εὔξενος Εὐξιθέου | |
| Νικόφημος Θεοδώρου | |
| Φειδόστρατος | |
| 75 | Χαιρέστρατος |
| Κυδαντίδαι | |
| Πραξιτέλης Αἰσχέου | |
| Ἰωνίδαι | |
| Δημέας | |
| 80 | Φίλιππος |
| Τειθράσιοι | |
| Σωφάνης | |
| Εὐχάριστος | |
| Εὐηγέτης | |
| vacat 0,20 | |
| col. III.85 | Ἀραφήνιο[ι] |
| Ἀμφιτέλη[ς — — —] | |
| Ἄρχιππος Ἀρ[— — —] | |
| Φηγα̣ιε[ῖ]ς | |
| Ἀρχέδημο̣ς | |
| 90 | Καλλιφάνης |
| ἐγ Μυρρινο[ύ]ττη[ς] | |
| Δερκύλος Ἐπι[— — —] | |
| Π[λ]ωθεῖς | |
| Καλλίας Φρυνίχου | |
| 95 | Λυσαρχίδης |
| Φιλαίδαι | |
| Μνησίβουλος Μνησ[— —] | |
| Ξενόκριτος Ἀντιγέ[νου] | |
| Τιμοκλῆς | |
| 100 | Ἑστιαιόθεν |
| Χαρίας | |
| Βατεῖς | |
| Εὐφίλητος Πυθέο[υ] | |
| Ἐρικεεῖς | |
| 105 | Δημοσθένης |
| Ἀντίδωρος. | |
| vacat 0,20 |