Honorific decree for ephebes under the archon Menekles and their instructors.  Sixteen fragments of a pedimental stele; Pentelic marble. Stoich. 46.
[ ] Attica — Athens — Agora — 266/5 BC — IG II² 665 — SEG 19.89 (p) — SEG 38.78 (q)
1 [ἐπ]ὶ Νικίου ἄρχοντος [Ὀτρυνέ]ως, ἐπὶ τῆς Ἀκαμαντίδος τρίτ-
[ης] πρυτανείας, ἧι Ἰσο[κράτη]ς̣ Ἰσοκράτου ἈλωπεκῆθενXII ἐγρα-
[μμ]άτευεν· Βοηδρομιῶ[νος ἕκ]τει μετ’ εἰκάδας· ἕκτει καὶ εἰκ-
[οσ]τεῖ τῆς πρυτανεία[ς· ἐκκλ]ησία· τῶν προέδρων ἐπεψήφιζε-
5 [ν Λ]εωκράτης Λεωστρά[του Οἰ]ν[α]ῖος καὶ συμπρόεδροι· v ἔδοξ-
[εν] τεῖ βουλεῖ καὶ τῶι [δήμωι]· vv [․․․σ]τρατος Μυννίσκου Περ-
α]σῆθεν εἶπεν· ἐπειδ[ὴ οἱ ἔ]φηβ[οι οἱ ἐ]φηβεύσαντες ἐπὶ Μεν-
[εκ]λέους ἄρχοντος πο[λέμο]υ κα[τέ]χ̣οντος τὴν π̣ό̣λιν διέμει-
[να]ν̣ πάντες εὐτακτο[ῦντες] καὶ [πε]ιθόμενοι τοῖς τε νόμο[ις]
10 [κα]ὶ τῶι κοσμητε[ῖ] κ̣αὶ [διετέ]λε[σ]α̣ν τὸν ἐνιαυτὸν τάς τε [φ]υ̣λ̣-
[ακ]ὰ̣ς λειτου[ρ]γοῦντες κ[αὶ τ]ὰ ἄ[λλ]α τὰ παρανγελλόμενα ὑπὸ
[τοῦ] σ̣τρατηγοῦ εἰς τὴν το̣ῦ Μου[σ]είου φυλακήν, καθάπερ ἐτά-
[χθησαν] ὑ̣πὸ τοῦ δήμου· v ὅπως ἂν [ο]ὖν, ἐπειδὴ καὶ οἱ ἄλλοι οἱ δ-
[ιαμείν]α[ν]τες τε[τ]ίμηνται κατ[ὰ] τ̣ὴν ἀξίαν, τιμηθῶσι καὶ οὗ-
15 [τοι], v ἀγαθῆι τύχηι, δεδόχθαι [τῆι] βουλῆι· v τοὺς προέδρους
[οἳ ἂ]ν̣ προεδρ[ε]ύωσιν εἰς τὴν [ἐπιο]ῦσαν ἐκκλησίαν προσαγα-
[γεῖν] τὸν κο[σ]μητὴν μετὰ τὰ ἱε[ρὰ κ]αὶ χρηματίσαι περὶ τούτ-
[ων, γ]ν̣ώ̣[μην] δ ξυμβάλλεσθαι [τῆς β]ουλῆς εἰς τὸν δῆμον, ὅτι δ-
[οκεῖ τῆι β]ουλῆι v ἐπαινέσα[ι τοὺ]ς ἐφ<⁶¹ή>⁶¹βους τοὺς ἐφηβεύσα-
20 [ντας ἐπὶ Με]νεκλέους ἄρχον[τος κα]ὶ στεφανῶσαι αὐτοὺς χρ-
[υσῶι] στ[εφάνωι] κατὰ τὸν νόμ[ον εὐτ]αξίας ἕνεκεν καὶ φιλοτ-
[ιμί]ας, ἣν [ἔχοντε]ς διατελο[ῦσιν π]ρὸς τὸν δῆμον· v εἶναι δ’ αὐ-
[το]ῖς καὶ πρ̣[οεδρία]ν ἐν τοῖς [ἀγῶσι]ν, οἷς ἡ πόλις τίθησιν· vv
[ἐπ]αινέσαι [δὲ καὶ τ]ὸν κοσ[μητὴν αὐ]τῶν v Ἀμεινίαν Ἀντιφάν-
25 [ου] Κηφισιέα, [v ἐπαιν]έσαι [δὲ καὶ τὸ]ν παιδοτρίβην Ἑρμόδωρ-
[ον] Ἑορτίου Ἀ[χαρνέα v καὶ τὸν ἀκον]τιστὴν Φιλόθεον Στρατ-
[ίο]υ Λαμπτρέα [v καὶ τὸν καταπ]αλ[τα]φέτην Μνησίθεον Μνησι-
[θέ]ου Κόπρειον [v καὶ τὸν γρ]αμματ[έ]α Ἑρμογένην v καὶ τὸν το-
[ξό]την Σῶνδρον Κ̣[ρῆτα v καὶ] στεφα[ν]ῶσαι αὐτοὺς θαλλοῦ στε-
30 [φά]νωι εὐταξίας ἕ̣[νεκα καὶ] ἐπιμελείας, ἣν ἔχοντες διατελ-
[οῦ]σιν περὶ τοὺς ἐφή[βους· v] ἀναγράψαι δὲ τόδε τ[ὸ] ψήφισμα τ-
[ὸν] γραμματέα τὸν κα[τὰ πρ]υτανείαν [ἐ]ν στήληι [λιθί]νη̣[ι καὶ]
[σ]τῆσαι ἐν ἀγορᾶι· τὸ δὲ [γεν]όμενον [ἀνά]λω[μ]α̣ εἰς τὴν σ̣τήλην
[με]ρίσαι τοὺς ἐπὶ τεῖ δι[οική]σει.
                                                            vacat 0,065
row 1.cit. 1.35 ἡ βουλὴ τοὺς
    ἐφήβους
cit. 2.37 [ὁ δῆ]μος τὸν
[κοσ]μητὴν
[Ἀμ]εινίαν
40 [Ἀντ]ιφάνου
[Κη]φισιέα
cit. 3.42 ὁ δῆμος τοὺς
ἐφήβους
44                                        οἱ ἐφηβ[ε]ύσ[α]ντες
col. I.45  〚[ἈντιγονίδοςI]
     Αἰθαλίδαι
Χα[ρ]ῖνος Θρασωνίδου
     Εἰτεαῖοι
Λυ[σ]ικράτης Φορμίωνος
50      Κυδαθηναιεῖς
Θεόφιλος Θεοξένου
 〚[ΔημητριάδοςII]
     Μελιτεῖς
[․․․]ητάδης Προξένου
55           ἐκ Κοίλης
[— c.6 —]ς Εὐθίου
     [Ἐρεχθεῖ]δοςIII
     [— — — —]
[— — — — — —ο]υ
60      [— — — —]
[— — — — —]χου
[— — — —κ]λείδου
     [ΑἰγεῖδοςIV]
     [— — — — —]
65 [— — — — — —]ώρου
        [— —εῖ]ς
[— — — — Κ]αλλικρά[του]
        [— — —ιο]ι
[— — — — — —]η̣σίου
                    vacat 0,07
col. II.70      Π[ανδι]ονίδοςV
        [Μυρρ]ινούσιοι
Ἀρισ[τοκρά]της Ἀντιμά[χ]ου
     Π[αιανιεῖς]
Τεισ[αμ]ενὸς [— — — — —]
75         [Ὄ]αθεν
Ἱερο[κ]λῆς Ἀντ[— — — —]
     Ἀνγελῆθε[ν]
Χα̣[ιρ]έστρατος Χαι[— —]
        ΛεωντίδοςVI
80         Σουνιεῖς
Ξενοφῶν Θεμιστοκ[λέους]
         Πήληκες
Λυσανίας Λυσανδ[ρίδου]
         ἈκαμαντίδοVII]
85           Κεφαλῆθ[εν]
Φιλοκράτης [— — —]
          Σφή[ττιοι]
Εὐκλε[ίδης — —]ου
          [ΟἰνεῖδοςVIII]
90           [— — — —]
[— — — — — — — —]
[— — — — — — —ο]υ
col. III.93    ΚεκροπίδοςIX
     Φλυεῖς
95 Νικήρατος Νικηράτου
   Ἱπποθωντίδ[οςX]
     Ἀζηνιεῖς
[Χά]ρης Πολλίου
     Θυμαιτάδαι
100 [Ἀ]ριστόδημος Κλεόλεω
     ΑἰαντίδοςXI
     Μαραθώνιοι
[Β]ούθηρος Φιλωνίδου
Εὐθύνομος Ἀντιμάχου
105      Ῥαμνούσιοι
Κλεομέδων Κλεαρέτου
Τηλεσκόπος Ἀριστοκρίτου
     Φαληρεῖς
Ἀμεινίας Δηλιάδου
110     ἈντιοχίδοςXII
     Ἀλωπεκεῖς
Διοφάνης Κλεαινέτου
Χαρίας Ἀρχεβιάδου
     Παλληνεῖς
115 Τιμοκράτης Κηφισοδήμου
Κηφίσιος Κηφισοδήμου
row 2.cit. 1.117   τὸν παιδο-
   τρίβην
Ἑρμόδωρον
120   Ἑορτίου
Ἀχ[αρνέα]
cit. 2.122 [τὸν ἀ]κον-
   [τισ]τὴν
[Φιλό]θεον
125 [Στρα]τίου
[Λαμπτ]ρέα
cit. 3.127 [τὸ]ν καταπαλ-
       [τ]αφέτην
  Μνησίθεον
130   Μνησιθέου
     Κόπρειον
    vacat 0,12
132 [τὸν] τοξότην
[Σῶνδρ]ον Κρῆτα.
Search Help
Contact Us