Decree in honor of public physicians.  Upper part of a pedimental stele of gray marble. Stoich. 30.
[ ] Attica — Athens — Theater of Dionysos / Odeion, betw. — 268/7 BC — IG II² 772 — F. Sokolowski, LSCG (1969) 40
See also:
1 ἐπὶ Διογείτονος ἄρχοντος, ἐπὶ τῆς Δη-
μητριάδος δωδεκάτης πρυτανείας, ἧι
Θεόδοτος Θεοφίλου ΚειριάδηςΧ ἐγραμ-
μάτευεν· Σκιροφοριῶνος ὀγδόει μετ’ ε-
5 ἰκάδας· ἐκκλησία κυρία· τῶν προέδρων
ἐπεψήφιζεν Διόδωρος Ἐπιχάρου Κόπρ-
ειος καὶ συμπρόεδροι· v ἔδοξεν τῶι δή-
μωι· v Ἀκρότιμος Αἰσχίου Ἰκαριεὺς εἶ-
πεν· ἐπειδὴ πάτριόν ἐστιν τοῖς ἰατρο-
10 ῖς, ὅσοι δημοσιεύουσιν θύειν τῶι Ἀσκ-
ληπιῶι καὶ τεῖ Ὑγιείαι δὶς τοῦ ἐνιαυ-
τοῦ ὑπέρ τε αὑτῶν καὶ τῶν σωμάτων, ὧν ἕ-
καστοι ἰάσαντο, v ἀγαθεῖ τύχει, δεδόχ-
θαι τεῖ βουλεῖ· v τοὺς προέδρους οἳ ἂν
15 λάχωσιν εἰς τὴν ἐπιοῦσαν ἐκκλησίαν
χρηματίσαι περὶ τούτων ἐν ἱεροῖς, γν-
ώμην δὲ ξυμβάλλεσθαι τῆς βουλῆς εἰς
[τὸν δ]ῆ̣μο[ν], ὅτι δοκεῖ τεῖ βουλεῖ v τὸν ἱ-
[ερέα τὸν ἀεὶ λα]νχάνοντ[α ․․․]ΝΓΙ․[— —]
[— — — — — — — — — — — — — — — —]
Search Help
Contact Us