Honorific decree for taxiarchoi.  Upper part of a stele of white marble. Non-stoich. 32-38.
[ ] Attica — Athens — Agora — 271/0 BC — Hesperia 23 (1954) 287, 182 — SEG 14.64 — Agora XVI 187
See also:
cymatium.1 [θ]εοί·
2 ἐπὶ Πυθαράτου ἄρχοντος, ἐπὶ τῆς Ἀντιγονί-
δος δευτέρας πρυτανείας, ἧι Ἰσήγορος Ἰσοκρά-
του ΚεφαλῆθενVII ἐγραμμάτευεν· Μεταγειτνιῶ-
5 νος ἐνάτει ἱσταμένου· ἑβδόμει τῆς πρυτανεί-
ας· ἐκκλησία κυρία· τῶν προέδρων ἐπεψήφιζεν Αἰ-
[σ]χ̣ίνης Νικομάχου Ἀναφλύστιος καὶ συμπρόε̣-
[δρ]οι· ἔδοξεν τεῖ βουλεῖ καὶ τῶι δήμωι· Εὔβουλος
[Χαρ]ιδήμου Μελιτεὺς εἶπεν· ἐπειδὴ οἱ ταξίαρχοι
10 [οἱ ἐ]πὶ Λυσιθείδου ἄρχοντος τάς τε θυσίας, ὅσας
[ἔδε]ι αὐτοὺς θῦσαι, μετὰ τῶν στρατηγῶν τεθύκασιν
ἁπάσας ἐκ τῶν ἰδίων ὑπὲρ τῆς βουλῆς καὶ τοῦ δή-
μου, ἐπεμελήθησαν δὲ καὶ τῆς φυλῆς τῆς ἑαυτοῦ
ἕκαστος, ὅπως ἂν ὡς βέλτιστα τοῖς ὅπλοις κατε-
15 σκευασμένοι εἴς τε τὰς φυλακὰς καὶ τὰς ἐφε-
δρείας καὶ τοὺς ἐξετασμοὺς πορεύωνται, διε-
τέλεσαν δὲ καὶ ἐν τοῖς ἄλλοις ἅπασιν πειθαρ-
χοῦντες τοῖς στρατηγοῖς ἀκολούθως τοῖς νό-
μοις· ὅπως ἂν οὖν καὶ ἡ βουλὴ καὶ ὁ δῆμος φαίνη-
20 ται τιμῶν τοὺς χρείας αὑτῶι παρεχομένους,
τύχει ἀγαθεῖ, δεδόχθαι τεῖ βουλεῖ· τοὺς προέ-
δρους, οἵτινες ἂν λάχωσι προεδρεύειν ἐν τῶι
δήμωι εἰς τὴν ἐπιοῦσαν ἐκκλησίαν χρηματί-
σαι περὶ τούτων, γ<ν>ώμην δὲ ξυμβάλλεσθαι
25 [τ]ῆς βουλῆς εἰς τὸν δῆμον, ὅτι δοκεῖ τεῖ βουλεῖ
[ἐ]παινέσαι τοὺς ταξιάρχους τοὺς ἐπὶ Λυσιθεί-
[δ]ου ἄρχοντος καὶ στεφανῶσαι ἕκαστον αὐ-
τῶ<⁶¹ν χρυσ>⁶¹ῶι στεφάνωι κατὰ τὸν νόμον ἀρετῆς
ἕνεκα καὶ φιλοτιμίας τῆς εἰς τὴν βουλὴν καὶ
30 τὸν δῆμον τὸν Ἀθηναίων· εἶναι δὲ αὐτοῖς καὶ προ-
<ε>δρίαν ἐμ πᾶσι τοῖς ἀγῶσιν, οἷς ἡ πόλις τίθησιν·
ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα τὸν γραμ〚%⁸⁰%⁸⁰〛-
ματέα τὸν κατὰ πρυτανείαν ἐν στήλει λιθίνει
καὶ τὰ ὀνόματα τῶν ταξιάρχων καὶ στῆσαι ἔμ-
35 προσθεν τοῦ στρατηγίου· εἰς δὲ τὴν ἀναγρα-
φὴν μερίσαι τοὺς ἐπὶ τεῖ διοικήσει ∶ Δ ∶ δραχμάς.
                〚ἈντιγονίδοςI
[Ν]αυσικράτης Ναυσιφάνου Κυθήρριος̣
                ἘρεχθεῖδοςIII
40 [Φ]ιλίσκος Μοσχίωνος Θημακεύς
                ΠανδιονίδοςV
  Δημόστρατος Ἀριστοφάνου Παιανιεύς
                ΛεωντίδοςVI
[Φι]λόθεος Διοδότου Σουνιεύς
45                 ἈκαμαντίδοςVII
[— c.6 —] Χαρισάνδρου Κικυννεύς
                [Ο]ἰνεῖδοςVIII
[— c.8 —]ος Κόνωνος Ὀῆθεν
                [Κεκροπ]ίδοςIX
50 [— — c.11 — —κ]λέους Φλυεύς
                [Ἱπποθωντί]δοςX
[— — c.15 — —]του Ἐλευσίνιος
                [ΑἰαντίδοςXI]
[— — — c.18 — — — Ἀ]φιδναῖος
55                 [ἈντιοχίδοςXII]
[— — — c.20 — — — Ἀλ]ωπεκῆ(θεν).
Search Help
Contact Us