Honorific decree for the epimeletai of the festival of Zeus Soter.  Upper part of a pedimental stele of blue marble. Stoich. 27.
[ ] Attica — Athens — Agora — 272/1 BC — Hesperia 26 (1957) 54, 11 — SEG 16.63 — Agora XVI 186
See also:
cymatium.1 θεοί·
2 ἐπὶ Λυσιθείδου ἄρχοντος, ἐπὶ τῆς
Κεκροπίδος δωδεκάτης πρυτανεί-
ας, εἷ Σημωνίδης Τιμησίου Σουνιε(ὺς)VI
5 ἐγραμμάτευε· Σκιροφοριῶνος ἑν-
δεκάτει· ἑνδεκάτει τῆς πρυτανεί-
α̣ς· ἐκκλησία· τῶν προέδρων ἐπεψήφι-
[ζ]εν Ἀντιδώτης Σπουδίου Πλωθεὺς
καὶ συμπρόεδροι· ἔδοξεν τῶι δήμωι·
10 Προμένης Προμένου Κεφαλῆθεν εἶ-
πεν· ἐπειδὴ οἱ κεχειροτονημένοι
ὑπὸ τοῦ δήμου ἐπὶ τὴν ἐπιμέλειαν
τῆς θυσίας καλῶς καὶ φιλοτίμως ἔ-
[θυ]σ̣αν μετὰ τοῦ ἱερέως τῶι τε Διὶ τῶι
15 [Σωτῆρι κ]α̣ὶ τεῖ Ἀθηνᾶι τεῖ Σωτείραι,
[ἐπεμελήθησα]ν δὲ καὶ τῆς πομπῆς v
[καὶ τῆς στρώσεως τ]ῆς κ<λ>ίνης καὶ [v]
[τῆς ἐπικοσμήσεως τῆ]ς̣ τ̣ραπέ̣[ζης ․]
[— — — — — — — — — — — — — —]
Search Help
Contact Us