Honorific decree for epimeletai of the cults of Zeus Soter and Athena Sotera.  Five fragments of a pedimental stele of gray marble. Stoich. 35.
[ ] Attica — Athens — Agora — 273/2 BC — IG II² 676 + 639 (= 676c)
1      θ[ε]ο[ί]·
ἐπὶ Γλακίππου ἄρ]χοντος, ἐπὶ τῆς ․[․․ντίδο]-
ς ⋮ δωδεκ[άτης πρυτα]νείας, ἧι Εὔθοινο̣[ς Εὐθυκ]-
ρίτου [Μυρρινούσι]οςV ἐγραμμάτευεν· [Σκιροφ]-
5 οριῶν̣[ος δεκάτει ὑσ]τέραι· τρίτει κα[ὶ εἰκοσ]-
τεῖ [τῆς πρυτανείας· ἐκ]κλησία· τῶν προ[έδρων]
ἐπ[ε]ψήφ[ιζε ․․․8․․․․ Κη]φισίωνος Ἁγν[ούσιο]-
[ς] καὶ συ̣[μπρόεδροι· ἔδοξε]ν τεῖ βουλεῖ κ[αὶ τῶ]-
[ι] δήμωι ∶ Ἀρ[․․․․․․15․․․․․․․ Γα]ργ̣ήτ̣[τ]ι[ος εἶπε]-
10 [ν]· ἐπειδὴ ο[ἱ ἐπιμεληταὶ πάσας] ἔθ[υόν τε τὰς θ]-
[υ]σ̣ίας τῶ[ι Διὶ τῶι Σωτῆρι καὶ τ]εῖ Ἀθη[ναῖ τεῖ]
[Σω]τείρ[αι καὶ τῶν ἄλλων ἐπεμε]λήθησα[ν μετὰ]
[το]ῦ ἱερ[έως καλῶς καὶ φιλοτίμ]ω̣ς, ἐπεμελήθη-
[σ]αν δὲ [καὶ τῆς στρώσεως τῆς κλί]νης καὶ τῆς κ-
15 [οσ]μή[σεως τῆς τραπέζης, ἀγαθε]ῖ τύχει, δεδόχ-
[θ]αι τ[εῖ βουλεῖ· τοὺς προέδρου]ς, οἵτινες ἂν λ-
[άχ]ω̣[σιν προεδρεύειν ἐν τῶι δή]μωι χρηματίσ-
[αι περὶ τούτων, γνώμην δὲ ξυμβά]λλεσθαι τῆς
[βουλῆς εἰς τὸν δῆμον, ὅτι δοκε]ῖ τεῖ βουλεῖ ἐ-
20 [παινέσαι τοὺς ἐπιμελητάς·                 ]    vacat
[․․․․․․․․․․23․․․․․․․․․․․ Ἁ]λαιέα⋮ Ἐπικύδη-
[ν ․․․․․․․․․․22․․․․․․․․․․]λην Ὀνομάστου
[․․․․․․․․․․23․․․․․․․․․․․]που Ἀθμονέα ∶ Κα-
[․․․․․․․․․․23․․․․․․․․․․․]λέοντα Παντα[․]-
25 [․․․․․․․․․․23․․․․․․․․․․․] Γειτονίδου Α[․]-
[․․․․․․․16․․․․․․․]κτήτ̣[ου Μ]αραθώνιον ∶ Πρ[․]-
[․․․․․․․16․․․․․․․] Ἀφιδνα[ῖ]ον, Χάριππον Λ̣[․]-
[․․․․․․14․․․․․․ Δρ]ομέαν Διοκλέους Ἐρχι[έ]-
[α, ․․․․․․․16․․․․․․․ Πα]ιανιέ[α] ∶ Μενεκλῆν Χ[․․․]
30 [․․․․․․․16․․․․․․․ καὶ] στεφανῶσαι ἕκαστ[ον α]-
[ὐτῶν θαλλοῦ στεφάνω]ι εὐσεβε[ίας ἕνεκα τῆς]
[πρὸς τοὺς θεοὺς καὶ] φιλοτιμία[ς τῆς εἰς τὴν]
[βουλὴν καὶ τὸν δῆμο]ν· ἀναγράψαι [δὲ τὸ ψήφισ]-
[μα τόδε τὸν γραμματ]έ̣α τὸν κατὰ π[ρυτανείαν]
35 [ἐν στήλει λιθίνει κα]ὶ στῆσαι ἐ[ν τεῖ ἀγορᾶι]·
[εἰς δὲ τὴν ἀναγραφὴν] τῆς στή[λης μερίσαι το]-
[ὺς ἐπὶ τῆι διοικήσει] 𐅄̣∶ δραχ[μάς].
                                      vacat 0,015
Search Help
Contact Us