Honorific decree for the prytaneis of Antiochis.  Pedimental stele of gray marble, broken at the bottom. Non-stoich. 55-63.
[ ] Attica — Athens — Agora — 273/2 BC — IG II² 674 w. Add. p. 663 — Syll.³ 400 — Agora XV 78
1 [ἐ]πὶ Γλαυκίππου ἄρχοντος, ἐπὶ τῆς Ἀντιοχίδος τετάρτης πρυτανείας, ἧι Εὔθ[οινος Εὐθυκ]-
ρίτου ΜυρρινούσιοςV ἐγραμμάτευεν· Πυανοψιῶνος δευτέραι μετ’ εἰκά[δας· ἐκκλησία]·
τῶν προέδρων ἐπεψήφιζεν ․․[․]ησίλοχος Κηφισοδότου Πειραιεὺς καὶ συμ[πρόεδροι]·
ἔδοξεν τῶι δήμωι· Εὐθύμαχος Εὐθ̣ίππου Ξυπεταιὼν εἶπεν· περὶ ὧν ἀπα[γγέλλου]-
5 σιν οἱ πρυτάνεις τῆς Ἀντιοχίδος ὑπὲρ τῶν ἱερῶν, ὧν ἔθυον τά τ̣ε πρὸ τ[ῶν ἐκκλη]-
σιῶν τῶι Ἀπόλλωνι τῶι Προστατηρίωι καὶ τοῖς ἄλλοις θεοῖς, ος πάτ[ριον ἦν, ἔθ]-
υσαν δὲ καὶ τὰ Στήνια παρ’ α[ὑ]τῶν τεῖ Δήμητρι καὶ τεῖ Κόρει ὑπὲρ τ[ῆς βουλῆ]-
ς καὶ τοῦ δμου, τύχει ἀγαθεῖ, δεδόχθαι τῶι δήμωι· vvvvvv τὰ μὲν [ἀγαθὰ δέ]-
χεσθαι, ἅ φασιν γεγονέναι ἐν τοῖς ἱεροῖς, οἷς ἔθυον ἐπὶ ὑγιείαι καὶ σω̣[τηρίαι τῆ]-
10 ς βουλῆς καὶ τοῦ δήμου τοῦ Ἀθηναίων καὶ τῶν ἄλλων ἁπάντων, ὅσοι [εἰσὶν εὔν]-
ους τῶι δήμωι· ἐπειδὴ δὲ οἱ πρυτάνεις τάς τε θυσίας τὰς καθηκούσ[ας ἔθυσα]-
ν καλῶς καὶ φιλοτίμως καὶ τῶν ἄλλων ἁπάντων ἐπιμεμέλην[ται, ὧν αὐτοῖς]
οἵ τε νόμοι προσέταττον καὶ τὰ ψηφίσματα τοῦ δήμου, ἐπαινέσα̣[ι τοὺς πρυτ]-
άνεις τῆς Ἀντιοχίδος καὶ στεφανῶσαι χρυσῶι στεφάνωι κατὰ τὸν [νόμον εὐ]-
15 [σ]εβείας ἕνεκα τῆς πρὸς τοὺς θεοὺς καὶ φιλοτιμίας τῆς πρὸς τὸν δ[ῆμον τὸν]
θηναίων· ὅπως {ς} ἂν δὲ καὶ τὰ Χαλκεῖα θύσωσιν τῆ<ι> Ἀθηνᾶι τεῖ Ἀρχη[γέτιδι τ]-
ς πόλεως καὶ ἔχει καλῶς καὶ εὐσεβῶς τι βουλεῖ καὶ τῶι δήμωι τὰ π[ρὸς τοὺς]
[θεούς], διαχειροτονῆσαι τὸν δῆμον, ὁπόσον δεῖ αὐτοῖς μερίσαι εἰς τὴ[ν διοίκησ]-
[ιν τῆς θυσίας]· ὅ τι δ’ ἂν διαχειροτονοῦντι τῶι δήμωι δόξει, μερίσαι τὸ[ν ταμίαν]
20 [τῶν στρατιωτικῶν] καὶ τοὺς ἐπὶ τῆι διοικήσει· πόρον δὲ ὑπάρχειν ἐ[κ τῶν εἰς τὰ]
[ψηφίσματα ἀναλισκ]ομένων ὑπὸ τῆς βουλῆς· ἀναγράψαι δὲ τόδε τ[ὸ ψήφισμα]
[τὸν γραμματέα τὸν κατὰ πρυτ]ανείαν εἰς στήλην λιθίνην καὶ σ[τῆσαι ἐν τῶι]
[πρυτανικῶι· εἰς δὲ τὴν ἀναγρα]φὴν τῆς στήλης μερίσαι τοὺς ἐπ[ὶ τῆι διοική]-
[σει τὸ γενόμενον ἀνάλωμα].
                                                                 vacat 0,03
col. I periit
col. II.25 [— — — —]ρος Ἀπολλοδώρ(ου)
[— — — —]ς Ἀλεξιάδου
[— — — — — — — —]ους
[— — — — — — — — —]
col. III.28 Θουχάρης Καλ[— — —]
Φιλέας Φιλομβρό[του]
30 Λυ̣σ̣ιφάνης Ἰσο[— — —]
[— — — — — — — — —]
Search Help
Contact Us