Honorific decree for Philippides.  Two joining fragments of a stele of white marble, broken at the top and bottom. Stoich. 39.
[ ] Attica — Athens — Akropolis — 293/2 BC — IG II² 649 — SEG 45.101 — H. Kotsidu, Time kai Doxa (2000) 52, KNr. 12 [E]
[— — — — — — — — — — — ? — — — — — — — — — — —]
                                          vacat 0,104
[ἐπ]ὶ Ὀ[λυμ]πιοδώρο[υ][ρ]χο[ντ]ος, ἀναγραφέως δὲ Ἐπ[ικ]-
[ού]ρο[υ το]ῦ Ἐπιτέλου[ς] Ῥα[μν]ουσίου, ἐπὶ τῆς Πανδ[ιο]-
[νί]δος δεκά[τ]ης πρυτανε[ία]ς· Μουν[ι]χιῶνος ἕνει [κα]-
[ὶ νέ]αι· πρώτει τῆς πρυτα[νε]ίας· ἐκκλησία· τῶν προ[έ]-
5 [δρω]ν ἐπεψήφ[ι]ζε Νικόβο[υλ]ος Νικίου Φρεάρριο̣ς [κ]-
[αὶ σ]υνπρόεδροι· ἔδοξεν [τῶ]ι δήμωι· Στρατοκλῆς Ε[ὐ]-
[θυ]δήμου Διομεεὺς εἶπε[ν· ἐ]πειδὴ οἵ τε πρόγονοι [ο]-
[ἱ] Φ[ι]λιππίδου διετέλεσ[α]ν ἄνδρες ἀγαθοὶ ὄντες [π]-
[ε]ρ[ὶ] τὸν δῆμον τὸν Ἀθηνα[ί]ων καὶ ἐν πᾶσιν τοῖς κ̣[αι]-
10 [ρ]οῖς ἀποδεικνύμενοι τ[ὴ]ν εὔνοιαν καὶ τὴν φιλο[τ]-
[ιμ]ίαν, πολλὰς [μ]ὲν καὶ με[γ]άλας χρείας παρέσχον[τ]-
[ο τ]ῶι δήμωι· πολλὰ δὲ εἰς [τ]ὰς ἐπιδόσε[ι]ς καὶ τριη[ρ]-
[α]ρχίας κ̣αὶ χορηγίας κα[ὶ] τὰς ἄ[λ]λας λειτουργία[ς]
[ἐκ τ]ῶν ἰδίων χρήματα̣ ἀ[νή]λωσαν, ὧν ὑπομνήματα ἐ[ν]
15 [τ]οῖ[ς] ἱε̣ροῖς τῆς πόλεως [τ]ρίποδες καὶ τἆλλα ἀνα[θ]-
[ή]μ̣ατα κα[τ]αλέλειπτ[αι· κα]ὶ στρατηγίας καλὰς [κ]α[ὶ]
[ἐν]δόξ̣ους ἐστρα[τ]ήγησ[αν] καὶ κατὰ γῆν καὶ κατὰ θ[ά]-
[λατ]ταν· καὶ αὐτὸς Φιλιπ[π]ίδης περὶ πλείστου πο[ι]-
[ο]ύμενος [τ]ὴν ὑπάρχουσα[ν] αὐτῶι τῶν προγόνων πρ[ὸ]-
20 [ς] τὸν δ̣[ῆ]μον εὔνοιαν καὶ [φ]ιλοτιμίαν διατετέλε[κ]-
[εν] ἀποδει[κ]νύμενος ἔν τ[ε] ταῖς ἐπιδόσεσιν καὶ τ[ρ]-
[ι]ηραρχίαις κ̣αὶ χορηγί[α]ις καὶ ταῖς ἄλλαις λ̣ε[ιτ]-
[ο]υργίαις καὶ φιλοτιμί[α]ις πάσαις· καὶ χειροτο[ν]-
[η]θεὶς στρατηγὸς ἐπὶ τὸ [ν]αυτικὸν ἐστρατή̣γησε[ν]
25 [κ]αλῶς καὶ συνφερόντως [τ]ῶι δήμωι· καὶ βασιλεὺς [ὢ]-
[ν] τάς τε θυσίας ἁπάσας, ὅ[σ]ας προσῆκεν αὐτὸν ὑπὲ[ρ]
[τ]ῆς πόλεως τέθυκεν εὐσ[ε]βῶς καὶ κατὰ τὰ πάτ̣ρια, [κ]-
[α]ὶ τῶν ἄλλων ἁπάντων τῶ[ν] ἐν τεῖ ἀρχεῖ, ὅσα οἱ ν̣όμ[ο]-
[ι] αὐτῶι προσέταττον, ἐπ[ι]μεμέληται καλῶς καὶ ἀ[δ]-
30 [ω]ροδοκήτως· καὶ ἀγωνοθ[έ]της αἱρεθεὶς πε[π]όηκε[ν]
[τ]οὺς ἀγῶνας τοῖς θεοῖς [π]άντας καλῶς καὶ φιλοτ[ί]-
[μ]ως, καὶ τὰς ἄλλας ἐπιμ[ελ]είας πάσας, ἐφ’ ὅσας αὐτ[ὸ]-
[ν] ὁ δῆμος ἢ ἡ βουλὴ κ̣εχε[ιρ]οτόνηκεν ἐπιμεμέλη[τα]-
[ι] δικαίως· καὶ πρεσβεί[ας] κα̣λὰ̣ς καὶ συνφερούσ[ας]
35 [τῶι] δήμω[ι] π̣επρέσβευκ[εν]· καὶ ἀγωνιστὴν ἑαυτὸ[ν ὑ]-
[πὲρ τ]ῶν τεῖ πατρίδι συ[νφ]ερόντων ἐν πᾶσιν τοῖς [κ]-
[αιροῖ]ς παρέσχηται, δε[δό]χθαι τῶι δήμωι· ἐπαινέ[σ]-
[αι Φιλι]ππίδην Φιλομ[λο]υ Παιανιέα τῆς τε τῶν π[ρ]-
[ογόνων ․․․7․․․]Η[․․․ ἀρε]τῆς ἕνεκα καὶ φιλοτιμ[ί]-
40 [ας πρὸς τὸν δῆμον, καὶ στε]φανῶσαι αὐτὸν χρυσῶι [σ]-
[τεφάνωι ․․․․․13․․․․․․· κ]αὶ ἀνειπεῖν τὸν στέφ[α]-
[νον Διονυσίων τῶν ἐν ἄστ]ει καὶ Δημητριε[ί]ων τρ[α]-
[γωιδῶν τῶι ἀγῶνι· τῆς δ’ ἀν]αγορεύσεως ἐπιμεληθ[ῆ]-
[ναι ․․․․․13․․․․․․· στῆσ]αι δ’ αὐτοῦ τὸν δῆμον κα[ὶ]
45 [εἰκόνα χαλκῆν ἐν ἀγορᾶι]· εἶναι δ’ αὐτῶι καὶ ἐκγό[ν]-
[ων ἀεὶ τῶι πρεσβυτάτωι σ]ίτησιν ἐν πρυτανείωι [κ]-
[αὶ προεδρίαν ἐν πᾶσι τοῖς] ἀγῶσιν, οἷς ἡ πόλις τί[θ]-
[ησιν· ἀναγράψαι δὲ τόδε τὸ] ψήφισμα τὸν ἀναγραφ[έ]-
[α ἐν στήλαις λιθίναις κα]ὶ στῆσαι τὴν μὲν ἐν ἀκρ[ο]-
50 [πόλει, τὴν δὲ παρὰ τὴν εἰκ]όνα· εἶναι δὲ Φιλιππίδ̣[η]-
[ι ἐν ταῖς στήλαις προσαν]αγράψασθαι {ς} τὰς εὐερ[γ]-
[εσίας καὶ ἐπιδόσεις καὶ] τριηραρχ[ί]ας καὶ τὰς ἄ[λ]-
[λας λειτουργίας τὰς γεγ]ενημένας τοῖς προγόν[ο]-
[ις καὶ ἑαυτῶι· τὸ δ’ ἀνάλωμ]α τὸ εἰς τὴν πόησιν τοῦ [σ]-
55 [τεφάνου καὶ τῆς εἰκόνος] καὶ τὴν ἀναγραφὴν τῶν [σ]-
[τηλῶν μερίσαι τὸν ἐπὶ τῆ]ι διοικήσει.
                                                 vacat 0,26
[— — — — — — — — — — ? — — — — — — — — — —]
Search Help
Contact Us