[ ] Att. — stoich. 25 — 302/1
1   ἐπὶ Νικοκλέους ἄρχοντος.
ἔδοξεν τοῖς θιασώταις· ἐπει[δὴ]
Στέφανος ὁ θωρακοποιὸς ἐπι[με]-
λητὴς γενόμενος τῶν κοινῶ[ν πά]-
5 [ν]των ἐπιμεμέληται τὴν ἐπιμ[έλ]-
ειαν ἣν ἔδει αὐτὸν ἐπιμεληθ[ῆν]-
αι καὶ τἄλλα φιλοτιμούμεν[ος δ]-
[ι]ετέλεσεν ὑπὲρ τοῦ κοινοῦ κ[αὶ]
[τ]ὴν πομπὴν τῶν Ἀδωνίων ἔπεμ[ψε]
10 [κ]ατὰ τὰ πάτρια· τύχει ἀγαθῆ[ι δ]-
εδόχθαι τοῖς θιασώταις ἐπα[ιν]-
[έ]σαι Στέφανον τὸν ἐπιμελητὴ[ν]
[φ]ιλοτιμίας ἕνεκεν καὶ ἀνδρα[γ]-
[α]θίας τῆς εἰς τὸ κοινὸν τῶν θια-
15 [σ]ωτῶν καὶ στεφανῶσαι θαλλοῦ στ-
εφάνωι· δοῦναι δ’ αὐτῶι Δ δραχ(μάς).
16a     in med. spatio
      vv. 17-20
       corona
    picta fuisse
   existimanda est
17 στεφανω|θεὶς ὑπὸ τ-
 οῦ κοιν|οῦ ἀνέθ-
 ηκε τὴν | Δήμητρα
20 Ὁμόνοι|αν τοῦ
 κοινο͂.
         Ἀφροδίτης
       οἱ θιασῶται Στέ-
       φανον Μυλωθρο͂.
25 ἐπὶ Κλεάρχου ἄρχοντος — ἔδο[ξε]-
[ν] τοῖς θιασώταις· ἐπειδὴ Στέ[φα]-
νος πρότερόν τε ἐπιμελητὴς [γε]-
νόμενος καὶ νῦν ἱεροποιὸς λ[αχ]-
ὼν μετὰ τῶν ἄλλων συνιεροποι[ῶ]-
30 ν ἀνὴρ ἀγαθὸς γέγονεν καὶ τὰς [θ]-
υσίας ἔθυσε τοῖς θεοῖς ἃς πάτ[ρ]-
ιον ἦν αὐτοῖς, καὶ τἄλλα ἐπιμε[μ]-
έληται ὅσα προσῆκε[ν] αὐτῶι πε[ρ]-
ὶ τὴν ἐπιμέλειαν, τύχηι ἀγαθε[ῖ]
35 δεδόχθαι τοῖς θιασώταις, ἐπα[ι]-
νέσαι Στέφανον τὸν ἱεροποιὸν
φιλοτιμίας ἕνεκεν καὶ ἀνδρα[γ]-
αθίας τῆς εἰς τὸ κοινὸν τῶν θι[α]-
σωτῶν καὶ στεφανῶσαι θαλλοῦ σ-
40 τεφάνωι· δοῦναι [δὲ] αὑτῶι Δ δρα(χμάς).
          Ἀ[φροδίτης]
           οἱ [θιασῶτ]αι
     [Στ][φαν]ο[ν] Μυλωθροῦ.
ἐφ’ Ἡγεμάχου ἄρχοντος· ἀγαθεῖ τύχ[ει]·         (29-32)
45 Σωκλῆς εἶπεν· ἐπειδὴ Στέφανος ἱερο-
ποιὸς γενόμενος εὖ ἐπεμελήθη τῆς θ[υ]-
σίας τῆς Ἀφροδίτης, δεδόχθαι τοῖς θι[α]-
σώταις, ἐπαινέσαι Στέφανον Μυλωθρ[οῦ]
καὶ στεφανῶσαι θαλλοῦ στεφάνωι καὶ
50 δοῦναι αὐτῶι ἀπὸ τοῦ κοινοῦ ∶ΔΔ∶ δραχ(μάς), τὸν
δὲ λαβόντα ἀναθεῖναι ἀνάθημα ἐν τοῖ
ἱερῶι ἐπιγράψαντα τόδε τὸ ψήφισ-
μα ὅπως ἂν ὦσι πολλοὶ οἱ φιλοτιμούμε-
νοι, εἰδότες ὅτι ἐπίστανται χάριτας ἀ-
55 ποδιδόναι οἱ θιασῶται.
Search Help