Proxeny decree for Timarchos of Salamis. Stele of gray marble, broken at the top. Non-stoich. c. 42.
| [— — — — — — — — — — — — — — — — — — — — — —] | |
| [— — — — — — c.28 — — — — — —]Σ[— — — c.13 — — —] | |
| [ vacat ἔδοξεν τῆι βουλῆι κ]αὶ τ̣ῶ[ι] δήμ̣[ωι· vacat ] | |
| [— — — — c.20 — — — —]υ̣ Ῥαμνούσιος ε[ἶπεν· v ἐπειδὴ] | |
| [Τίμαρχος Τιμάρχου Σα]λ̣αμίνιος εὔνους ἐστ̣[ὶν τῶι δήμωι] | |
| 5 | [τῶι Ἀθηναίων καὶ ἰ]δίαι τοῖς παραγινομένοις τῶμ̣ [πολι]- |
| [τῶν εἰς Σαλαμῖνα] τ̣ὴν ἐν Κύπρωι εὔχρηστον ἑαυτὸν π[αρα]- | |
| [σκευάζει καὶ πε]ρ̣ὶ τούτων ἀπομεμαρτυρήκασιν αὐτῶι [οἱ] | |
| [παραγεγονότε]ς̣ εἰς Σαλαμῖνα τῶμ πολιτῶν· ὅπως ἂν οὖν εἰ̣- | |
| [δῶσιν ἅπαντ]ε̣ς, ὅτι ὁ δῆμος ὁ Ἀθηναίων εὐχάριστος ὢν δια- | |
| 10 | [τελεῖ το]ῖ̣ς εἰς ἑαυτὸν φιλοτιμουμένοις, v ἀγαθεῖ τύχει, vv |
| [δ]εδόχθαι τεῖ βουλεῖ· τοὺς λαχόντας προέδρους εἰς τὴν ἐπι- | |
| οῦσαν ἐκκλησίαν χρηματίσαι περὶ τούτων, γνώμην δὲ ξυμ- | |
| βάλλεσθαι τῆς βουλῆς εἰς τὸν δῆμον, ὅτι δοκεῖ τεῖ βουλεῖ v | |
| ἐπαινέσαι Τίμαρχον Τιμάρχου Σαλαμίνιον καὶ στεφανῶ%⁸⁰- | |
| 15 | σαι αὐτὸν θαλλοῦ στεφάνωι εὐνοίας ἕνεκεν καὶ φιλοτιμί- |
| ας τῆς εἰς τὸν δῆμον τὸν Ἀθηναίων· εἶναι δὲ αὐτὸν καὶ πρόξε- | |
| νον καὶ εὐεργέτην τοῦ δήμου τοῦ Ἀθηναίων καὶ εἰς τὸ λοι- | |
| πὸν δὲ τὴν αὐτὴν αἵρεσιν διατηροῦντι πρὸς τὸν δῆμον v | |
| καὶ ἄλλο ἀγαθὸν εὑρέσθαι, ὅτου ἂν εἶ ἄξιος· ὅπως δ’ ἂν καὶ ὑπό- | |
| 20 | μνημα ὑπάρχει αὐτῶι περὶ τῆς πρὸς τὸν δῆμον εὐνοίας, ἀναγρά- |
| ψαι τόδε τὸ ψήφισμα τὸγ γραμματέα τὸγ κατὰ πρυτανείαν | |
| ἐν στήλαις λιθίναις δυσίν, ὥστε ἀνατεθῆναι τὴμ μὲν | |
| μίαν ἐν τῶι τεμένει τοῦ Δήμου καὶ τῶν Χαρίτων, τὴν δὲ ἄλ- | |
| λην ἐν Σαλαμῖνι ἐν τῶι τῆς Ἀθηνᾶς ἱερῶι· εἰς δὲ τὴν ἀνα- | |
| 25 | γραφὴν τῶν στηλῶν καὶ τὴν ἀνάθεσιν μερίσαι τὸν ταμί- |
| αν τὸ γενόμενον ἀνάλωμα. | |
| {²in corona oleaginea:}² | |
| 27 | ἡ βουλή, |
| ὁ δῆμος | |
| Τίμαρχον | |
| 30 | Τιμάρχου |
| Σ<⁶¹αλαμίνι>⁶¹ον. | |
| vacat |