Honorific decrees for the prytaneis of Attalis.  Pedimental stele of gray marble, broken on the right. Non-stoich. c. 44.
[ ] Attica — Athens — Agora — 173/2 BC — Hesperia 26 (1957) 33, 6 — SEG 16.91 — Agora XV 206
See also:
I.1 [θ]ε[οί]·
ἐπὶ Ἀλέξιδος ἄρχοντος, ἐπὶ τῆς Ἀττ[αλίδος δευτέρας πρυ]-
τανείας· v Μεταγειτνιῶνος δεκάτει̣ [ὑστέραι· ἐνάτει καὶ δε]-
κάτει τῆς πρυτανείας· ἐκκλησία ἐμ [Πειραιεῖ· τῶν προέδρων]
5 ἐπεψήφιζεν Εὐβουλίδης Προμηθι[— c.6 — καὶ συμπρόεδροι]·
          vacat                 ἔδοξεν τῶι δή[μωι·         vacat         ]
Ὀνήσανδρος Ὀνήτορος Κυδαθηναιε̣[ὺς εἶπεν· ὑπὲρ ὧν ἀπαγ]-
γέλλουσιν οἱ πρυτάνεις τῆς Ἀττα[λίδος ὑπὲρ τῶν θυσιῶν],
ὧν ἔθυον τὰ πρὸ τῶν ἐκκλησιῶν τῶ[ι τε Ἀπόλλωνι τῶι Προστα]-
10 τηρίωι καὶ τεῖ Ἀρτέμιδι τεῖ Βουλα[ίαι καὶ τεῖ Φωσφόρωι καὶ]
τοῖς ἄλλοις θεοῖς, οἷς πάτρι[ο]ν ἦν, [ἀγαθεῖ τύχει, δεδόχθαι τῶι]
δήμωι· τὰ μὲν ἀγαθὰ δέχεσθαι τὰ γε[γονότα ἐν τοῖς ἱεροῖς, οἷς]
ἔθυον ἐφ’ ὑγιείαι καὶ σωτηρίαι τῆς βο[υλῆς καὶ τοῦ δήμου καὶ]
τῶν συμμάχων· ἐπειδὴ δὲ οἱ πρυτάνε[ις τάς τε θυσίας ἔθυσαν]
15 ἁπάσας, ὅσαι καθῆκον ἐν τεῖ πρυτανεί̣[αι καλῶς καὶ φιλοτίμως],
ἐπεμελήθησαν δὲ καὶ τῆς συλλογῆς τ[ῆς τε βουλῆς καὶ τοῦ]
δήμου καὶ τῶν ἄλλων ἁπάντων, ὧν αὐτ[οῖς προσέταττον οἵ τε]
νόμοι καὶ τὰ ψηφίσματα τοῦ δήμου· ἐπαιν[έσαι τοὺς πρυτάνεις]
τῆς Ἀτταλίδος καὶ στεφανῶσαι αὐτὴν χ[ρυσῶι στεφάνωι κατὰ]
20 τὸν νόμον εὐσεβείας ἕνεκεν τῆς π[ρὸ]ς το[ὺς θεοὺς καὶ φιλοτιμί]-
ας τῆς εἰς τὴν βουλὴν καὶ τὸν δῆμο̣ν τὸἈθηναίων· ἀναγρά]-
ψαι δὲ τόδε τὸ ψήφισμα τὸν γραμματέα [τὸν κατὰ πρυτανεί]-
αν ἐν στήλει λιθίνει καὶ στῆσαι ἐν τῶι π[ρυτανικῶι· εἰς δὲ τὴν]
ἀναγραφὴν τῆς στήλης καὶ τὴν ἀνάθεσι[ν μερίσαι τὸν ἐπὶ τεῖ]
25 διοικήσει τὸ γενόμενον ἀνάλωμα.  vacat
                                                           vacat 0,022
cit. 1.26 ὁ δῆμος
  τοὺς
πρυτάνεις
cit. 2.29 ἡ βουλὴ
30 τὸν ταμία<ν>
Κασσαν-
δρίδην
Σουνιέα
cit. 3.34 ἡ βουλὴ
35 τὸν γραμ-
  ματέα
Σωκράτην
 ἐξ Οἴου
cit. 4.39 [ἡ βουλὴ]
40 [Ἀδείμαντον]
[Ἰκαριέα]
                                          vacat 0,032
II.42 ἐπὶ Ἀλέξιδος ἄρχοντος, ἐπὶ τῆς Πανδ[ιο]νίδο[ς τρίτης πρυτα]-
νείας· Μεταγειτνιῶνος ἐμβολίμου ὀγδόει [ἱσταμένου· τε]-
τάρτει τῆς πρυτανείας· βουλὴ ἐμ βουλευτ[ηρίωι· τῶν προέ]-
45 δρων ἐπεψήφιζεν Δημοκήδης Ἀρίστωνος Λ[— — c.9 — — καὶ]
συμπρόεδροι· v ἔδοξεν τεῖ βουλεῖ· v Ἀριστω[ν— — c.10 — —]
Λευκονοεὺς εἶπεν· ἐπειδὴ οἱ πρυτάνεις τῆς [Ἀτταλίδος]
καὶ οἱ ἀείσιτοι ἐπαινέσαντες καὶ στεφανώ[σαντες ἀπο]-
φαίνουσιν τεῖ βουλεῖ τὸν ταμίαν, ὃν εἵλοντο ἐ[ξ ἑαυτῶν]
50 Κασσανδρίδην Σουνιέα τάς τε θυσίας τεθυκέ[ναι πάσας]
τὰς καθηκούσας ἐν τεῖ πρυτανείαι ὑπὲρ τῆς̣ [βουλῆς καὶ]
τοῦ δήμου, ἐπιμεμελῆσθαι δὲ καὶ τῶν ἄλλων ἁ[πάντων κα]-
λῶς καὶ φιλοτίμως, ἀγαθεῖ τύχει, δεδόχθαι τεῖ β̣[ουλεῖ· ἐπαι]-
νέσαι τὸν ταμίαν Κασσανδρίδην Μύρωνος Σου̣[νιέα καὶ]
55 στεφανῶσαι θαλλοῦ στεφάνωι· ἐπαινέσαι δὲ καὶ [τὸν γραμμα]-
τέα Σωκράτην Ἀπολλοδώρου ἐξ Οἴου καὶ τὸν ἱερέα τ[οῦ ἐπωνύμου]
Ἀδείμαντον Ἰκαριέα καὶ τὸν γραμματέα τῆς βουλῆς̣ [καὶ τοῦ δή]-
μου Χαρίδημον Λαμπτρέα καὶ τὸν ὑπογραμματέα Φιλ[οχάρην]
Ἀχαρνέα καὶ τὸν κήρυκα τῆς βουλῆς καὶ τοῦ δήμου Φιλοκλ[ῆν Τρι]-
60 νεμεέα καὶ τὸν αὐλητὴν Καλλικράτην Θορίκιον καὶ τὸν ταμ[ίαν]
τ<ῆ>ς βουλῆς Νικοσθένην Ποτάμιον καὶ στεφανῶσ̣αι ἕκασ[τον]
αὐτῶν θαλλοῦ στεφάνωι· ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα τ[ὸν]
γραμματέα τὸν κατὰ πρυτανείαν ἐν στήλει λιθίνει καὶ στῆ[σαι]
ἐν τῶι πρυτανικῶι· εἰς δὲ τὴν ἀναγραφὴν καὶ τὴν π[ο]ίησιν τῆ[ς]
65 στήλης μερίσαι τὸν ταμίαν τῶν στρατιωτικῶν.       vacat
col. I.66 Σουνιεῖς
Κασσανδρίδης
Μενίσκος
Φιλόξενος
70 <⁶¹Καλλί>⁶¹στρατος
Σεύθης
Εὐθύμιχος
Ἀσκληπιόδωρ
Ζηνέας
75 Ἡγίας
Ἰθυκλῆς
Ἰκαριεῖς
Ἡρόδωρος
col. II.79 ἐξ Οἴου
80 Σωκράτης
Ξενοκλείδης
Θεόφιλος
Οἰναῖοι
Πανδίων
85 Ἐπιγένης
Θεόξενος
Διόζοτος
Κορυδαλλεῖ
Ξενοφῶν
90 Φιλοκράτης
col. III.91 Ἀπολλωνιεῖς
Τίμαρχος
Εὐπείθης
Κέφαλος
95 Ἀγαθίας
Πύθιππος
Ἀγρυλεῖς
Δημοκράτης
Ἀντισθένης
100 Τυρμεῖδαι
Διοκλῆς
Ἀντισθένης
col. IV.103 Ἀθμονεῖς
Φιλιστίδης
105 Δαμασίας
Χαιρέας
Λώνικος
Ἡρακλείδης
Ἀσκληπιάδης
110 Φανόδημος
Διονυσόδωρος
Προβαλίσιοι
Ἀρχέπολις
Κιλλαῖος
col. V.115 Μενε[κ]ράτης
Ἀτην[ε]ῖς
Δημήτρ̣ιος
Ν̣ικήτης
[․]#⁷[— — —]
120 [Φ]ί̣λων
[Β]ίοττος
Εὔδιος
Ἁγνούσιοι
Ἀρ̣[ι]στόβουλος
125 Πυ̣ρρῖνος
Πολ̣[ε]μαῖος
Μεν[έ]μ̣αχος̣
vacat 0,039
row 1.cit. 1.128  ἡ βουλὴ
Χαρίδημον
130  Λαμπτρέα
cit. 2.131 ἡ βουλὴ
Φιλοχάρην
Ἀχαρνέ-
    α
cit. 3.135  ἡ βουλὴ
Φιλοκλῆν
Τρινεμεέ-
     α
cit. 4.139   ἡ βουλὴ
140 Καλλικράτην
  Θορίκιον
      vacat 0,058
row 2.cit. 1.139   ἡ βουλὴ
140 Νικοσθένην
Ποτάμιον.
Search Help
Contact Us