Honorific decree for the prytaneis of Leontis. Upper part of a pedimental stele of gray marble. Non-stoich. c. 57.
[ ]
Attica — Athens — Agora — 181/0 BC — B.D. Meritt, The Athenian Year (1961) 195, 3 — SEG 21.440 — Agora XV 167
See also:
| 1 | ἐπὶ Ἱππίου ἄρχοντο̣ς, ἐπὶ τῆς Λεωντίδος ἕκτης πρυτανείας, ἧ[ι Θεοδ]ό̣σ̣[ιος] |
| Ξενοφάντου ΛαμπτρεὺςI ἐγραμμάτευεν· Ποσιδεῶνος ἐμβολίμου ἑν̣δεκά- | |
| τει, ἐνάτει καὶ εἰκοστεῖ τῆς πρυτανείας· βουλὴ ἐμ βουλευτηρίωι σύνκλητος | |
| στρατηγῶν παραγγειλάντων καὶ ἀπὸ βουλῆς ἐκκλησία κυρία ἐν τῶι θεάτρωι· vv | |
| 5 | τῶμ προέδρων ἐπεψήφιζεν Ἀμεινίας Ξάνθου Μαραθώνιος καὶ συμπρόεδροι· v |
| ἔδοξεν τῶι δήμωι· v Λακράτης Μέ̣ντορος Περιθοίδης εἶπεν· ὑπὲρ ὧν ἀπαγ- | |
| γέλλουσιν οἱ πρυτάνεις τῆς Λεωντίδος ὑπὲρ τῶν θυσιῶν, ὧν ἔθυον τὰ πρὸ τῶν | |
| ἐκκλησιῶν τῶι τε Ἀπόλλωνι τῶι Προστατηρίωι καὶ τεῖ Ἀρτέμιδι τεῖ Βουλαίαι | |
| καὶ τοῖς ἄλλοις θεοῖς, οἷς πάτριον ἦν, v ἀγαθεῖ τύχει, δεδόχθαι τῶι δήμωι· τὰ | |
| 10 | μὲν ἀγαθὰ δέχεσθαι τὰ γεγονότα ἐν τοῖς ἱεροῖς, οἷς ἔθυον ἐφ’ ὑγιείαι καὶ σωτη- |
| ρίαι τῆς τε βουλῆς καὶ τοῦ δήμου καὶ τῶν συμμάχων· ἐπειδὴ δὲ οἱ πρυτάνεις | |
| τάς τε θυσίας ἔθυσαν ἁπάσας, ὅσαι καθῆκον ἐν τεῖ πρυτανείαι καλῶς καὶ φι- | |
| λοτίμως, ἐπεμελήθησαν δὲ καὶ τῆς συλλογῆς τῆς τε βουλῆς καὶ τοῦ δήμου | |
| καὶ τῶν ἄλλων ἁπάντων, ὧν αὐτοῖς προσέταττον οἵ τε νόμοι καὶ τὰ ψηφίσμα- | |
| 15 | τα το̣ῦ δήμου· ἐπαινέσαι τοὺς πρυτάνεις τῆς Λεωντίδος καὶ στεφανῶσαι χρυ- |
| σῶι στεφάνωι κα̣τὰ τὸν νόμον εὐσεβείας ἕνεκεν τῆς πρὸς τοὺς θεοὺς καὶ φιλο- | |
| [τιμίας τῆς] ε̣[ἰς τὴν βου]λ̣ὴν [καὶ τὸ]ν δῆμον τὸν Ἀθηναίων· ἀναγράψαι δὲ τόδε τὸ | |
| [ψήφισμα τὸν γραμματέα τὸν κατὰ πρυτ]α̣νεία̣ν ἐν στήλει λιθίνει καὶ στῆ- | |
| [σαι ἐν τῶι πρυτανικῶι — — — — — — — — — — — — — — — — — — — —] | |
| [— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —] |