Honorific decree for ephebes under the archon Epolemos and their instructors.  Two non-joining fragments of a stele of gray marble. Non-stoich. c. 78.
[ ] Attica — Athens — Kerameikos (a) — 184/3 BC — IG II² 900
See also:
[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — ἕνεκα]
τοῦ καλῶς ἀ[κούειν — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —],
καθήκει δὲ [τιμᾶν τοὺς ἀξίους καὶ προκαλεῖσθαι τοὺς νεωτέρους ἐπὶ τὴν ὁμοίαν αἵρεσι]ν, [ὅπως ἐφάμιλλον]
[εἶ] τοῖς ἐφηβεύ̣[ουσιν ἀεὶ πείθεσθαι τοῖς ὑπὸ τοῦ δήμου καθισταμένοις ἐπὶ τὴ]ν̣ εὐκοσμί̣[αν, φαίν]-
[ων]ται δὲ καὶ ἡ βου[λὴ καὶ ὁ δῆμος τιμῶντες τοὺς ἀξίους, ἀγαθεῖ τύχει, δεδόχθαι] τεῖ βουλεῖ· τ̣[οὺς]
5 [λα]χόντας προέδρ[ους εἰς τὴν ἐπιοῦσαν ἐκκλησίαν χρηματίσαι περὶ τούτων, γν]ώμην δὲ ξυμβά̣[λλε]-
[σ]θ̣αι τῆς βουλῆς εἰς [τὸν δῆμον, ὅτι δοκεῖ τεῖ βουλεῖ ἐπαινέσαι τοὺς ἐφήβου]ς̣ τοὺς ἐπὶ Εὐπολέμ[ου]
[ἄ]ρχοντος καὶ στεφ[ανῶσαι αὐτοὺς χρυσῶι στεφάνωι εὐσεβείας ἕνεκε]ν τῆς πρὸς τοὺς θεοὺς κ[αὶ]
[ε]ὐταξίας, ἣν ἔχοντε[ς διετέλεσαν ἐν ὅλωι τῶι ἐνιαυτῶι, καὶ φιλοτιμίας τ]ῆς εἰς τὴν βουλὴν κα[ὶ τὸ]ν
δῆμον καὶ ἀνειπεῖν τὸ[ν στέφανον τοῦτον Διονυσίων τε τῶν ἐν ἄστει κα]ινοῖς τραγωιδοῖς καὶ Ἐλευ-
10 ]ινίων καὶ Παναθηναίων [καὶ Πτολεμαίων τοῖς γυμνικοῖς ἀγῶσιν· τῆς] δὲ ποιήσεως τῶν στεφάνων κ[αὶ]
[τ]ῶν ἀναγορεύσεων ἐπιμε[ληθῆναι τοὺς στρατηγοὺς καὶ τὸν ταμίαν] τῶν στρατιωτικῶν· ὑπάρχειν δὲ [αὐ]-
[τ]οῖς καὶ προεδρίαν ἐμ πᾶσιν̣ [τοῖς ἀγῶσιν οἷς ἡ πόλις τίθησιν καὶ τ]ὸν ἀρχιτέκτονα τὸν ἀεὶ χειροτονο[ύμε]-
[νο]ν κατανέμειν αὐτοῖς τὸν τό̣[πον· δεδόσθαι δὲ αὐτοῖς καὶ πιν]ά̣κων δυεῖν ἀ[ν]άθεσιν, οὗ ἂν αὐτοὶ δ[οκῶσιν]·
[ἐπ]εὶ δὲ καὶ ὁ κοσμητὴς αὐτῶν [ἀπολελόγισται πειθαρχοῦντας] {δ} ἑαυτῶ[ι] πολλὰ καὶ χρήσι[μα] διατετελ[έσθαι]
15 [τῶ]ι δήμωι πρὸς ἀσφάλει̣[α]ν καὶ φ[υλακὴν καὶ ἀξιοῖ τὴν βουλὴ]ν καὶ τὸν δῆμον δοθῆναι αὐτοῖς ἆθλόν τι [τῆς]
κ̣ακοπαθίας ἀνάθημα, δεδόσθαι [αὐτοῖς καθάπερ ἀξιοῖ ὁ κο]σμητὴς ὃ ἂν φαίνηται τῶι δήμωι τιμῆς ἕνεκ̣[εν]
καὶ τούτου τὴν ἀνάθεσιν ἐν Λυκ[είωι ὑπάρχειν μνημεῖο]ν τῆς φιλοπονίας καὶ εὐταξίας καὶ ἐπιγράψα[ι]
τὰ ὀνόματα αὐτῶν πατρόθεν [καὶ τοῦ δήμου καὶ τοῦ κοσμ]η̣τοῦ καὶ τῶν διδασκάλων· ἐπαινέσαι δὲ καὶ [τὸν]
κοσμητὴν αὐτῶν Θεόβουλον Θ[— — — c.15 — — — εὐνοία]ς ἕνεκεν καὶ φιλοτιμίας, ἣν ἔχων διατελεῖ πρ[ὸς]
20 τὴμ βουλὴν καὶ τὸν δῆμον Ε[— — — — c.22 — — — —]ιας καὶ στεφ[α]νωθῆνα[ι κατὰ] τὸν νόμον· ἐπαινέσ̣[αι]
δὲ καὶ τοὺς διδασκ[άλους αὐτῶν, τόν τε ὁπλομάχον Περ]σαῖον Συμμάχου Κικυννέα καὶ τὸν παιδοτρίβην [Ἑρμό]-
δ̣ωρον Ἑορτίου Ἀ̣[χαρνέα καὶ τὸν ἀκοντιστὴν Νικόμαχ]ον Νικομάχου Ἀφιδναῖον καὶ τὸν καταπελταφ[έτην Πε]-
[διέα Νεάνδρου ἐκ Κεραμέων καὶ τὸν τοξότη]ν̣ Σῶσον Προξένου Σφήττιον καὶ στεφανῶσαι ἕκ[αστον αὐ]-
[τῶν θαλλοῦ στεφάνωι· ἀναγράψαι δὲ τὸ ψήφισμα] τὸν γραμματέα τὸν κατὰ πρυταν[ε]ίαν ἐν στήλει λι[θίνει καὶ]
25 [τὰ ὀνόματα τῶν ἐφήβων κατὰ φυλὰς καὶ στῆσα]ι ἐν ἀγορᾶι· τὸ δὲ γενόμενον ἀνάλωμα εἰς τὴν στήλ[ην καὶ τὴν]
[ἀναγραφὴν μερίσαι τὸν ταμίαν τῶν στρατιω]τικῶν.                                   vacat
                                                                                                        vacat
cit. 1.27 [ἡ βουλή],
[ὁ δῆμος]
[— — — —]ν
vacat 0,04
cit. 2.30 [ἡ βουλή],
[ὁ δῆμος]
[τοὺ]ς ἐφήβο[υς].
vacat 0,04
vestigia incertissima
Search Help
Contact Us