Honorific decree for Alex[—], an official of Ptolemy V.  Right part of a stele of gray marble. Non-stoich. c. 61.
[ ] Attica — Athens — Akropolis — 188/7 BC — IG II² 891 — H. Kotsidu, Time kai Doxa (2000) 66, KNr. 18 [E1]
See also:
1 [ἐπὶ Συμμάχου ἄρχοντος, ἐπὶ τῆς — — — c.18 — — — πρ]υτανείας, ἧι Ἀρχικλῆς [Θε]-
[οδώρου ΘορίκιοςVI ἐγραμμάτευεν· — — c.11 — —δε]κάτει· ὀγδόει καὶ δεκάτει τῆς πρυ-
[τανείας· ἐκκλησία κυρία ἐν τῶι θεάτρωι· τῶν πρ]οέδρων ἐπεψήφιζεν Λακράτη̣ς Μ̣[έ]ντο-
[ρος Περιθοίδης καὶ συμπρόεδροι· ἔδοξεν τῶ]ι δήμωι· v Δημήτριος Κτήσωνος Προβαλ[ί]-
5 [σιος εἶπεν· ἐπειδὴ Ἀλεξ— c.6 — τιμ]ώμενος ὑπὸ τοῦ βασιλ〚Λ〛έως {²⁶βασιλέως}²⁶ Πτολεμαίου καὶ ὢν ἐν
[προαγωγῆι μεγάληι εὔνους ἐσ]τὶ<⁶¹ν>⁶¹ κοινεῖ τε τῶι δήμωι καὶ καθ’ ἱδίαν τοῖς ἀφικνουμέ-
[νοις τῶν πολιτῶν εἰς Ἀλεξάν]δρειαν καὶ Κυρήνην ἀγαθοῦ τινος ἀε̣ὶ̣ παραίτιος γ[ι]-
[νόμενος — — c.10 — — καὶ περὶ τ]ούτων αὐτῶι πλείους ἀπομεμαρτυρήκασιν· ἵνα οὖν
[καὶ ὁ δῆμος φαίνηται χάριτας] ἀ̣ξίας ἀποδ<ι>δοὺς τοῖς εἰς ἑαυτὸν φιλοτιμουμένοις [καὶ]
10 [— — — — — c.22 — — — — —]οις, v ἀγαθεῖ τύχει, δεδόχθαι τῶι δήμωι· ἐπαιν̣έ[σαι]
[Ἀλεξ— — — — c.19 — — — —]ώτην καὶ στεφανῶσαι αὐτὸν χρυσῶι στεφάνωι κ̣[ατὰ]
[τὸν νόμον εὐνοίας ἕνεκεν τῆ]ς εἰς τὸν δῆμον τὸν [Ἀθ]ηναίων καὶ τὸν βασιλέα Π[το]-
[λεμαῖον καὶ ἀνειπεῖν τὸν στέφα]νον Διονυσίων τε τῶν ἐν ἄστει τραγωιδῶν τῶι και-
[νῶι ἀγῶνι καὶ Παναθηναίων καὶ Ἐ]λευσινίων καὶ Πτολεμί]ων τοῖς γυμνικοῖς ἀγῶσιν·
15 [τῆς δὲ ἀναγορεύσεως τοῦ στεφά]νου ἐπιμεληθῆναι τοὺς στρατηγούς· εἶναι δὲ Ἀλε-
[ξ— c.6 — καὶ εἰς τὸ λοιπὸν ἀποδεικ]νυμένωι τὴν εὔνοιαν εὑρέσθαι καὶ ἄλλο ἀγαθὸν πα-
[ρὰ τοῦ δήμου, ὅτου ἂν δοκῆι ἄξιος εἶ]ναι· ἵνα δὲ καὶ ὑπόμνημα ὑπάρχηι τῶν γε{γε}γονότων {²⁶γεγονότων}²⁶
[— — — — — — c.26 — — — — — —]ων, ἀναγράψαι τόδε τὸ ψήφισμα τὸν vacat
[γραμματέα τὸν κατὰ πρυτανείαν] ἐν στήλει λιθίνει καὶ στῆσαι ἐν ἀκροπό<λ>ει· εἰς δὲ τὴ[ν]
20 [ἀναγραφὴν καὶ τὴν ἀνάθεσιν τῆς σ]τήλης δοῦναι τὸν ταμίαν τῶν στρατιωτικῶν τὸ γε-
[νόμενον ἀνάλωμα․                           ]              vacat
                                                                                                       vacat
[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]
Search Help
Contact Us