Citizenship decree for Alexandros of Thessaly.  Pedimental stele of white marble, in four joining fragments. Non-stoich. 28.
[ ] Attica — Athens — Akropolis — 191/0 BC? — IG II² 850 — Syll.³ 571 — M.J. Osborne, Naturalization I (1981) 204, D96
See also:
1 ἐπὶ Διονυσίου ἄρχ[ον]τ̣ος· Ἐλαφηβολι-
ῶνος δευτέραι μ̣ετ’ εἰκάδας· ἐκκλησί<α>
ἐμ Πειραιεῖ· Νικί[α]ς Πολυξένου Πόριος
εἶπεν· ἐπειδὴ Ἀ̣λέξανδρ̣ος εὔχρηστον
5 ἑαυτὸν παρασκευάζει καὶ κοινεῖ καὶ ἰδί-
αι τοῖς ἐντυνχάνουσιν τῶν πολιτῶν,
ἀγαθεῖ τύχει, δεδόχθαι τεῖ βουλεῖ· τοὺς
λαχόντας προέδρους εἰς τὴν ἐπιοῦ-
σαν ἐ̣κκλησίαν χρηματίσαι περὶ τού-
10 των̣, γνώμην δὲ ξυνβάλλεσθαι τῆς
β̣[ο]υλῆς εἰς τὸν δῆμον, ὅτι δοκεῖ τεῖ βου-
λ̣εῖ ἐπαινέσαι Ἀλέξανδρον Καλλι%⁸⁰-
στράτου Θετταλὸν κα̣ὶ στεφανῶσαι v
θαλλοῦ στεφάνωι, δίδοσθαι δὲ αὐτῶι
15 καὶ πολιτείαν δοκιμασθέντι ἐν τῶι
δικαστηρίωι κατὰ τοὺς νόμους· τοὺς
δὲ θεσμοθέτας, ὅταν καὶ ὣς πληρῶσιν
δικαστήριον εἰς ἕνα̣ καὶ πεντακοσίου̣ς
δικαστάς, εἰσαγαγεῖν τὴν δοκιμασίαν
20 συννείμαντας καὶ [δ]οῦναι περὶ [αὐ]τοῦ
τὴν ψῆφον καὶ μὴ π[αρόντος καὶ γράψασ]-
θαι αὐτὸν [φυλῆς καὶ δήμου καὶ φρατρίας],
[ἧς ἂν βούληται — — — — — — — — — —]
[— — — — — — — — — — — — — — — —]
Search Help