Honorific decrees for the prytaneis of Ptolemais.  Pedimental stele of white marble, in six fragments. Non-stoich. c. 37 (I) and c. 46 (II).
[ ] Attica — Athens — Agora — 192/1 BC — IG II² 916 (c) — S. Dow, Hesperia Suppl. 1 (1937) 105, 49 (c, f) — Agora XV 187 (a-f)
I.1 θε[οί]·
ἐπὶ Διοδότου ἄρχον[τος τοῦ μετὰ Φαναρχίδην],
ἐπὶ τῆς Πτολεμαιΐδ[ος δωδεκάτης πρυτανείας],
ἧι Προκλῆς Περικλέ[ους ἉλαιεὺςII ἐγραμμάτευεν]·
5 Σκιροφοριῶνος τετ[ράδι μετ’ εἰκάδας· ἑβδόμει]
καὶ εἰκοστεῖ τῆς πρ̣[υτανείας· βουλὴ ἐν τῶι Πανα]-
θηναιϊκῶι σταδί[ωι· τῶν προέδρων ἐπεψήφιζεν]
Λυσικλῆς Ἀπολλω[— — c.9 — — καὶ συμπρόεδροι]·
ἔδοξεν τεῖ βουλ[εῖ· vvv Ξενοφῶν Εὐφάντου Βερε]-
10 νικίδης εἶπεν· ἐ[πει]δ̣ὴ̣ [οἱ πρυτάνεις τῆς Πτολεμαι]-
ΐδος καὶ οἱ ἀίσιτ[ο]ι ἐπα̣[ινέσαντες καὶ στεφανώσαν]-
τες ἀποφαίνουσιν τεῖ βο[υλεῖ τὸν ταμίαν, ὃν εἵλον]-
το ἐξ ἑαυτῶν Ἡγήτορα Οἰ̣[ναῖον τάς τε θυσίας τε]-
θυκέναι πάσας τὰς καθηκ[ούσας ἐν τεῖ πρυτανεί]-
15 αι, ἐπιμεμελῆσθαι δὲ καὶ τῶν̣ [ἄλλων ἁπάντων κα]-
λῶς καὶ φιλοτίμως, ἀγαθεῖ τ[ύχει, δεδόχθαι τεῖ]
βουλεῖ· ἐπαινέσαι τὸν ταμί[αν Ἡγήτορα Ἀριστο]-
[βού]λου [v]vv Οἰναῖον εὐσεβεί[ας ἕνεκα τῆς πρὸς]
[τοὺς θεοὺ]ς̣ καὶ φιλοτιμίας τ̣[ῆς εἰς τὸν δῆμον],
20 [ἐπαινέσαι δ]ὲ καὶ τὸν γραμμ[ατέα Διόδωρον Ἀνδρο]-
[κλέους Ἀφιδνα]ῖον καὶ τὸν γ[ραμματέα τῆς βουλῆς]
[καὶ τοῦ δήμου Ἀν]τ̣ίμαχον Αρ[— — — c.17 — — —]
[․․ καὶ τὸν ὑπογραμμ]ατέα Αρ[— — — c.17 — — —]
[— c.8 — καὶ τὸν κήρυ]κ̣α τῆς̣ [βουλῆς καὶ τοῦ δήμου]
25 [Εὐκλῆν Βερενικίδην καὶ τὸν αὐλητὴ]ν Ν̣ε̣οκλῆ[ν Βε]-
[ρενικίδην καὶ στεφανῶσαι ἕκασ]τον θαλλοῦ στεφ[ά]-
[νωι· ἀναγράψαι δὲ τόδε τὸ ψήφι]σμα τὸν γραμματέα
[τὸν κατὰ πρυτανείαν ἐν στήλ]ει λιθίνει καὶ στῆσαι
[ἐν τῶι πρυτανικῶι· εἰς δὲ τὴν] ἀναγραφὴν καὶ τὴν ποίη-
30 [σιν τῆς στήλης μερίσαι τοὺς ἐ]πὶ τεῖ διοικήσει τὸ γε-
[νόμενον ἀνάλωμα].                     vacat
II.32 [ἐπὶ Διοδότου ἄρχοντος τοῦ μετ]ὰ Φαναρχίδην, ἐπὶ τῆς v
[Πτολεμαιΐδος δωδεκάτης πρυτ]ανείας, ἧι Προκλῆς Περι%⁸⁰-
[κλέους ἉλαιεὺςII ἐγραμμάτευεν]· Σκιροφοριῶνος ἕνει καὶ νέ-
35 [αι, τριακοστεῖ τῆς πρυτανείας· ἐκ]κλησία ἐν τῶι θεάτρωι· vv
[τῶν προέδρων ἐπεψήφιζεν — c.5 —]τος Κράτητος Ἐλευσίνιος
[καὶ συμπρόεδροι· ἔδοξεν τῶι δήμωι]· vvvvvvv Ξενοφῶν Εὐφάντ[ου]
[Βερενικίδης εἶπεν· ὑπὲρ ὧν ἀπαγγέλλ]ουσιν οἱ πρυτάνεις τῆς Π[το]-
[λεμαιΐδος ὑπὲρ τῶν θυσιῶν, ὧν ἔθ]υον τὰ πρὸ τῶν ἐκκλησιῶ[ν]
40 [τῶι τε Ἀπόλλωνι τῶι Προστατηρίωι καὶ τ]εῖ Ἀρτέμιδι τεῖ <⁶¹Βουλ>⁶¹αίαι̣ [καὶ]
[τοῖς ἄλλοις θεοῖς, οἷς πάτριον ἦν, vvv] ἀγαθεῖ τύχει, δεδόχθαι̣ τῶ[ι δή]-
[μωι· τὰ μὲν ἀγαθὰ δέχεσθαι τὰ γεγονό]τα ἐν τοῖς ἱεροῖς, οἷς ἔθυον [ἐφ’]
[ὑγιείαι καὶ σωτηρίαι τῆς βουλῆς καὶ τ]οῦ δήμ[ου κ]αὶ παί[δων] καὶ γ[υναι]-
[κῶν· ἐπειδὴ δὲ οἱ πρυτάνεις τάς τε θυσί]ας ἔθ[υσαν ἁπάσας, ὅ]σ̣αι κα[θῆ]-
45 [κον ἐν τεῖ πρυτανείαι καλῶς καὶ φιλοτίμως, ἐπιμεμέληντα]ι δὲ κα[ὶ]
[τῆς συλλογῆς τῆς τε βουλῆς καὶ τοῦ δήμου κ]α[ὶ] τ̣[ῶν ἄλλων ἁπ]άντων
[ὧν αὐτοῖς προσέταττον οἵ τε νόμοι κα]ὶ̣ τὰ [ψ]ηφίσ[ματα· ἐπα]ινέσαι
[τοὺς πρυτάνεις τῆς Πτολεμαιΐ]δ̣ος καὶ στεφαν[ῶσαι χρυσῶι στε]-
[φάνωι κατὰ τὸν νόμον εὐσεβεί]α̣ς ἕνεκα τῆς εἰ[ς τοὺς θεοὺς καὶ φιλο]-
50 [τιμίας τῆς εἰς τὴν βουλὴν καὶ τ]ὸν δῆμον τὸν Ἀθ̣[η]ναίω̣ν· ἀν̣[αγράψαι]
[δὲ τόδε τὸ ψήφισμα τὸν γραμμα]τέα τὸν κατὰ π[ρ]υτανείαν ἐ[ν στή]-
[λει λιθίνει καὶ στῆσαι ἐν τῶι] πρυταν̣ικῶι· εἰ̣ς δὲ τὴν ἀναγ̣[ραφὴν]
[καὶ τὴν ποίησιν τῆς στήλης μερί]σαι τοὺς ἐπὶ τεῖ διοικήσε[ι] τὸ
[γενόμενον ἀνάλωμα].
                                             vacat
cit. 1.55 [ἡ βουλὴ]
[Ἡγήτορα]
[Ἀριστοβού]-
[λου Οἰναῖ]-
   [ον]
vacat
cit. 2.60 [ὁ δῆμος]
[τοὺς πρυ]-
[τάνεις]
vacat
cit. 3.63 ἡ βουλὴ
Διόδωρον
65 Ἀνδροκλέ-
ους Ἀφιδναῖ-
   ον
vacat
col. I [— — — —]
[— — — —]
[— — — —]
[— — — —]
[— — — —]
col. II [— — — —]
[— — — —]
[— — — —]
[— — — —]
[— — — —]
col. III [— — — —]
[— — — —]
[— — — —]
[— — — —]
[— — — —]
5
col. IV [— — — —]
[— — — —]
[— — — —]
[— — — —]
[— — — —]
col. V.68 [— — — —]κος
[— — — —]ο̣ς
[— — — —]
[— — — —]
[— — — —]
col. VI.70 Καλλικράτης
Προσπάλτιοι
[Σω]σ̣ίστρατος
[— 2-3 —]κ̣λείδη[ς]
[— — — — — — —]
Search Help
Contact Us