IG II³,1 1258
Athenian decree in honor of king Pharnakes I and queen Nysa of Pontos.  Stele of white marble, in four fragments. Non-stoich.
[ ] Aeg. Islands — Delos — Stoa of Philip, nr. — 196/5 BC — IG XI,4 1056 — ID 1497bis
See also:
frg. a.1 [θε]οί·
[ἐπὶ Τυχάνδρου ἄρχοντ]ος, ἐπὶ τῆς Οἰνεῖδο̣ς ἐνάτης {π}
[πρυτανείας, ἧι Σωσιγέ]ν̣ης Μενεκράτου ΜαραθώνιοςX ἐγραμ-
[μάτευεν· Ἐλαφηβολιῶνο]ς τετράδι ἱσταμένου· ἐνάτει καὶ
5 [δεκάτει τῆς πρυτανεί]ας· ἐκκλησία κυρία ἐν τῶι θεάτρωι·
[   vacat?    τῶν προέδρων] ἐπεψήφισεν Ἀκταῖος Σίμωνος Ἀ-
[θμονεὺς καὶ συμπρόεδροι· ἔ]δοξεν τεῖ βουλεῖ καὶ τῶι δήμωι·
[— — — — — — — — — — —]ν εἶπεν· ἐπειδὴ τῶν προγόνων τ[οῦ]
[βασιλέως Φαρνάκου φίλων] ὑπαρχόντων τοῦ δήμου τοῦ Ἀ[θηναί]-
10 [ων — — — — — — — — — —]ι τὰ προγεγονότα φιλ̣[άνθρωπα — —]
[— — — — — — — — — — — —]ν τε τὸν βασιλέα Ι[— — — — — —]
[— — — — — — — — — — ψήφ]ισμα ἀπο[δοῦναι — — — — — — —]
[— — — — — — — — — — — — —]ΜΒ[— — — — — — — — — — —]
                                                                                     lacuna
frg. b-d.14 [οὐ μόνον πάντα τὰ καθυστεροῦντα χρήματα ἐ]πηγγείλατο [ἀποδώ]-
15 [σειν, ἀλλὰ τὸ μὲν τρίτον μέρος παραχρ]ῆμα, ἔδωκεν τοῖς πρεσβευταῖς,
[τὰ δὲ λοιπὰ κατ’] ὀλίγον ὠιήθη δεῖν παραλαμβάνειν, καὶ πάλιν τ[ὰ]
[γενόμενα το]ῖς ἐλθοῦσιν συνέθηκεν καίπερ οὐκ εὐκαιρῶν, ἀλλὰ
[καὶ το]ὺς ἄλλους παρηιτημένος διὰ τὸ μήπω καθεστηκέναι τὰ πρά-
[γμ]ατα, ἐπήγγελται δὲ καὶ εἰς τὸ λοιπὸν ἐξαποστελεῖν κατὰ τὰ ὡμο-
20 λογημένα πρότερον, ἀγαθεῖ τύχει, δεδόχθαι τεῖ βουλεῖ· τοὺς λαχόν-
τας προέδρους ε[ἰς τὴν] ἐπιοῦσαν ἐκκλησίαν χρηματίσαι περὶ τού-
των, γνώμην δὲ [ξυμβάλ]λεσθαι τῆς βουλῆς εἰς τὸν δῆμον, ὅτι δοκεῖ
τεῖ βουλεῖ ἐπαιν[έσαι μὲν] τὸν βασιλέα Φαρνάκην καὶ στεφανῶσαι χρυ-
σῶι στεφάνωι ἀρισ[τε]ίωι κατὰ τὸν νόμον καὶ ἀνειπεῖν τὸν στέφα-
25 νον τοῦτον Διονυσίων τε τῶν ἐν ἄστει τραγωιδῶν τῶι καινῶι ἀγῶνι
καὶ Παναθηναίων καὶ Ἐλευσινίων καὶ Πτολεμαίων τοῖς γυμνικοῖς
ἀγῶσιν· ἐπεὶ δὲ καὶ προσήγγελται τὴν βασίλισσαν Νῦσαν βασιλέ-
ως Ἀντιόχου θυγατέρα συνωικηκέναι τῶι βασιλεῖ Φαρνάκει̣, καθῆκον
δ’ ἐστὶν Ἀθηναίους μεμνημένους ἐπ’ ἀγαθῶι καὶ τιμῶντας φαίνεσθαι
30 τοὺς εὐεργέτας τοῦ δήμου καὶ τοὺς ἐξ εὐεργετῶν γεγονότας· ἐπαινέσαι
τὴν βασί〚․․〛λισσαν {²⁶βασίλισσαν}²⁶ Νῦσαν βασιλέως Ἀντιόχου καὶ βασιλίσσης Λαοδί-
κης καὶ στεφανῶσαι χρυσῶι στεφάνωι κατὰ τὸν νόμον καὶ ἀναγορεῦ-
σαι καὶ τοῦτον τὸν στέφανον Διονυσίων τε τῶν ἐν ἄστει τραγωιδῶν
τῶι καινῶι ἀγῶνι καὶ Παναθηναίων καὶ Ἐλευσινίων καὶ Πτολεμαίων
35 τοῖς γυμνικοῖς ἀγῶσιν, στῆσαι δὲ τοῦ βασιλέως Φαρνάκου καὶ τῆς βα-
σιλίσσης Νύσης ἑκατέρου εἰκόνα χαλκῆν καὶ ἀναθεῖναι ἐν Δή-
λωι· τῆς δὲ ἀναγορεύσεως τῶν στεφάνων καὶ τῶν εἰκόνων ἐπιμελη-
θῆναι τοὺς στρατηγοὺς καὶ τὸν ταμίαν τῶν στρατιωτικῶν· χειρο-
τονῆσαι δὲ τὸν δῆμον ἤδη τρεῖς ἄνδρας ἐξ Ἀθηναίων ἁπάντων, οἵτι-
40 νες ἐπιμελήσονται τῆς κατασκευῆς καὶ τῆς ἀναθέσεως τῶν εἰκό-
νων· ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα τὸν γραμματέα τὸν κατὰ πρυτα-
νείαν ἐν στήλει λιθίνει καὶ στῆσαι παρὰ τὰς εἰκόνας· εἰς δὲ τὴν ἀ[να]-
γραφὴν καὶ τὴν ἀνάθεσιν τῆς στήλης τὸ γενόμενον ἀνάλωμα μ[ερίσαι]
τὸν ταμίαν τῶν στρατιωτικῶν· ὅπως δ’ ἂν καὶ νῦν καθήκοντος τοῦ καιροῦ
45 πενφθεῖ ὁ ἀποκομιῶν τὰ ἐπιβάλλοντα δοθῆναι ἀκολούθως τεῖ [τ]οῦ βασιλέ-
ως αἱρέσει καὶ τοῖς γεγονόσιν ὑπ’ αὐτοῦ προστάγμασιν, χειροτονῆσαι
τὸν δῆμον ἤδη ἕνα ἄνδρα ἐξ Ἀθηναίων ἁπάντων, ὅστις ἀφικόμενος
πρὸς τὸν βασιλέα Φαρνάκην τό τε ψήφισμα ἀποδώσει καὶ προσαγορεύσει
[καὶ] αὐτὸν καὶ τὴν βασίλισσαν ὑπὲρ τοῦ δήμου καί, ἐὰν ἐν δυνατῶι εἶ, πα[ρα]-
50 [λ]ήψεται τὰ γινόμενα μέρη τῶι ἐνιαυτῶι· ἀναγγέλλειν δὲ τῶι βασιλεῖ τὸν κ[ε]-
[χ]ειροτονημένον, ὅτι ὁ δῆμ[ος π]ειράσεται μηθενὸς καταδεέστερον πρ[ο]-
[άγ]εσθαι τ[ῶ]ν ἄλλων [βασι]λέων, ἀλλὰ πάντα τὰ πρὸς δόξαν καὶ μνήμην
[αὐτῶι ἀνήκο]ντα συνκατασκευάσει καθάπερ καὶ τοῖς ἄλλοις εὐεργέταις
[τῆς πό]λεως· τῶι δὲ χειροτονηθέντι ἀνδρὶ μερίσαι τὸ ἐφόδιον τὸν ταμίαν
55 [τῶ]ν στρατιωτικῶν· ὁ ἀποδημήσων πρὸς τὸν βασιλέα Φαρνάκην κατὰ τὸ ψή-
[φι]σμα κεχειροτόνηται Φιλόξενος Πειραιεύς· οἱ ἐπιμελησόμενοι τῆς κατα-
[σκ]ευῆς καὶ τῆς ἀναθέσεως τῶν εἰκόνων κατὰ τὸ ψήφισμα οἵδε κεχειροτόνην-
ται· Λέων Αἰξωνεύς, Φιλόξενος Πειραιεύς, Διονύσιος ἐγ Μυρρινούττης.
cit. 1.59 ἡ βουλή, ὁ δῆμ̣ος
60 τὸν βασιλέα
Φαρνάκην
cit. 2.63 ἡ βουλή, ὁ δῆμος
τὴν βασίλισ<⁶¹σαν>⁶¹
65   Νῦσαν.
Search Help