Honorific decree for ephebes under the archon Sositeles and their instructors.  Intact stele of white marble. Non-stoich. c. 55.
[ ] Attica — Athens — Agora — 196/5 BC (inscr. 194/3 BC)
1 ἐπὶ Τυχάνδρου ἄρχοντος, ἐπὶ τῆς Ἀτταλίδος τρίτης πρυτανείας,
εἷ Σωσιγένης ΜαραθώνιοςX ἐγραμμάτευεν· Βοηδρομιῶνος ἐνάτει
ἱ̣στ̣α̣μένου, ὀγδόει τῶν ἐμβολίμων· τριακοστεῖ τῆς πρυτανείας· ἐκ[%⁸⁰]-
[κλησ]ία ἐν τῶι θεάτρωι· τῶν προέδρων ἐπεψήφιζεν Αἰσχρίων Αἰσχρίω̣-
5 [νος] Α̣ὐρίδης καὶ συμπρόεδροι· ἔδοξεν τεῖ βουλεῖ καὶ τῶι δήμωι· vvv
[Εὔ]βουλος Ἀρισταίχμου Ἀχαρνεὺς εἶπεν· ἐπειδὴ οἱ ἐφηβεύσαντες ἐπ̣[ὶ]
[Σ]ωσιτέλου ἄρχοντος δ̣ι̣ετέλεσαν πειθόμενοι τῶι τε κοσμητεῖ καὶ το̣[ῖς]
[δι]δασκάλοις, ἐλειτούργησαν δὲ τάς τε πομπὰς τὰς καθηκούσας ἑαυ%⁸⁰-
[το]ῖς ἐν ἀμφοτέραις ταῖς πόλεσιν καὶ τοὺς βοῦς ἤραντο δ̣ι̣’ ἑαυτῶν, ἔδραμο[ν]
10 [δὲ] καὶ τὰς λαμπάδας καλῶς καὶ εὐσχημόνως καὶ τοὺς ἄλλους ἀγῶνας
[τοὺς κ]αθήκοντας ἑαυτοῖς πάντας, ἐπεμελήθησαν δὲ καὶ τῆς φυλακῆς v
[τῶ]ν πόλ̣εων πειθόμενοι τῶι τε κοσμητεῖ καὶ τοῖς στρατηγοῖς, καθ’ ἃ ἂν πα-
[ρ]αγγέλλωσιν, καὶ παραδεδώκασιν τοῖς μεθ’ ἑαυτοὺς ἐν εἰρήνει, ἔθυσαν
δὲ καὶ τοῖς θεοῖς τὰς καθηκούσας ἑαυτοῖς θυσίας καὶ Ἐλευσῖνι τοῖς Προη-
15 [ροσίοις] ἤραντο τοὺς βοῦς, συ̣ναντελάβοντο δὲ καὶ τῆς ἀνακαθάρσεως
καὶ [— c.6 —] τοῦ Λυκείου, συνεξήρχοντο δὲ καὶ μετὰ τῶν στρατηγῶν κα̣[ὶ]
τοῦ κοσμ[ητ]οῦ εἰς τὴν χώραν ἐπὶ τὰς βοηθείας τοῦ πυρός, ἐφήδρευσαν δὲ
[καὶ τ]ὰς ἐκκλησίας πάσας καὶ τοῖς βουλευταῖς συνκαταβαίνοντες εἰς τὸ
[ἄστυ, ἐποι]ήσαντο δὲ καὶ τὴν ἐν τοῖς ὅπλοις ἀπόδειξιν ἔν τε τοῖς Ἐπιτα-
20 [φίοις καὶ τεῖ βουλ]εῖ ἀκολούθως τοῖς νόμοις· ὅπως ἂν οὖν ἐφάμιλλον εἶ
[τοῖς ἀεὶ ἐφηβεύουσι]ν εὐτακ[τε]ῖν καὶ πείθεσθαι τοῖς ὑπὸ τοῦ δήμου καθιστα-
[μένοις ἐπὶ τὴν ἑ]αυτῶν εὐ[κο]σμίαν καὶ ἡ βουλὴ καὶ ὁ δῆμος φαίνωνται τι-
μῶντες τοὺς ἀξίους, ἀγαθεῖ τύχει, δεδόχθαι τεῖ βουλεῖ· τοὺς λαχόντας
[προέδρους εἰς τ]ὴν ἐπιοῦσαν ἐκκλησίαν χρηματίσαι περὶ τούτων̣, [γνώμ]ην
25 [δὲ ξυμβάλλεσθ]αι τῆς βουλῆς εἰς τὸν δῆμον, ὅτι δοκεῖ τεῖ βουλ[εῖ ἐπ]αι-
νέσαι τοὺς ἐφηβεύσαντας ἐπὶ Σωσιτέλου ἄρχοντος καὶ στεφαν̣[ῶσ]αι
αὐτοὺς χρυσῶι στεφάνωι ἀρετῆς ἕνεκεν καὶ εὐνοίας πρός τε τὴ[ν] βου-
λὴν̣ καὶ τὸν δῆμον, ἐπαινέσαι δὲ καὶ τὸν κοσμητὴν αὐτῶν Χρέμητα Θ̣εο̣-
[․․․]ίδου ἐγ Μυρρινούττης εὐνοίας ἕνεκεν καὶ φιλοτιμίας, ἣν ἔχων δια-
30 τελεῖ πρός τε τὴν βουλὴν καὶ τὸν δῆμον, καὶ ἀνειπεῖν τὸν στέ[φανον τοῦ]-
τ[ο]ν Διονυσίων τῶι καινῶι ἀγῶνι καὶ Παναθηναίων καὶ Ἐλευσιν[ίων καὶ Πτο]-
[λεμαίων] τοῖς γυμνικοῖς ἀγῶσιν, τῆς δὲ ἀναγορεύσεως τῶν στεφάν[ων ἐπιμε]-
[ληθ]ῆ̣ναι τοὺς στρατηγούς, δοῦναι δὲ αὐτοῖς καὶ πίνακος ἀνάθεσι[ν ἐν ὧι ἂν αὐ]-
[τοὶ] αἱρῶνται τόπωι, ἐ[παιν]έσαι δὲ καὶ τὸν παιδοτρίβην Ἑρμόδωρον Ἑορτίου
35 [Ἀχαρν]έα καὶ τὸν ὁπλομάχον Νικόμαχον Νικομάχου Ἀφιδναῖον, καὶ τὸν κ[αταπαλ]-
[ταφέ]την Νέανδρον Πεδιέως ἐκ Κεραμέων καὶ τὸν τοξότην Φάρον Π̣ε[— c.6 —]
[Φιλ]αίδην καὶ τὸν γραμματέα Κρίτωνα Πολεμαίου Ἀθμονέα καὶ [στεφανῶσαι]
[ἕκασ]τον αὐτῶν θαλλοῦ στεφάνωι· ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα [τὸν γρα]μ-
[ματέ]α τὸν κατὰ πρυτανείαν ἐν στήλει λιθίνει καὶ στῆσαι [— — — c.12 — — —]·
40 [τὸ] δὲ γ̣ενόμενον ἀνάλωμα μερίσαι τὸν ἐπὶ τεῖ διοικήσει.         vacat
                                            vacat 0,011
41 [ἐ]π[ὶ][ρ]χίππο<υ> ἄρχοντος, ἐ[π]ὶ τῆς [Πτολε]μαιΐδος ἑνδεκάτης πρυτανείας, εἷ [Ἀ]ρ̣-
[χ]ωνίδης̣ ΣουνιεὺςXII ἐγραμμά[τ]ε[υεν]· δήμου ψηφίσματα· Θαργηλιῶνος δευτέ-
[ραι μετ’] εἰ[κ]άδας, ἐνάτει [κ]α[ὶ εἰκοστεῖ τ]ῆς πρυτα[νείας· ἐκ]κλησία ἐμ Πειραι-
[εῖ· τῶν προέδρων ἐπεψήφιζε]ν [— c.4 —]ος Νικαινέτου Λαμπτρεὺς καὶ συμπρό-
45 ε[δ]ροι· [ἔδοξ]εν τεῖ βουλεῖ καὶ τ[ῶ]ι δ[ήμ]ωι· [— 1-2 —]αρος Δειν̣ί̣ο̣υ̣ [Φιλ]αίδης εἶπεν· ἐπειδὴ
ὁ κ̣[οσμητὴς] ὁ ἐπὶ Σωσιτέλου [ἄρ]χ[οντος Χρέμης ἦρξε]ν τὴν ἀρχὴν καλῶς
[καὶ] κα[τὰ τοὺς νόμ]ους [— — — — — c.22 — — — — —] τῶν ἐφήβων πᾶσι διε[τε]-
[λ— — — — — — — — — — — — — — — — — — — — — τοῖς] ὑπὸ τῶν στρατηγῶν
[παραγγελλομένοις — — — — — — — — — — — — — — — —] τῶν ἄλλων ἁπάντων
50 [— — c.12 — — π]ρόνοια[ν π]ο[ι— — c.12 — — τ]ῆς τε βουλῆς καὶ τοῦ δήμου ἐ-
[— — c.10 — —] τούτων λόγους [— — — c.15 — — —] κατὰ τοὺς νόμους· ὅπως ἂν
[οὖν ἐφάμιλλ]ο[ν] εἶ [πᾶσιν τ]οῖς ὑ[πὸ τοῦ δήμου καθισταμένοις] ἐπὶ τὴν [ἀρχὴν ταύ]-
[την — — — — — — — — — — — — — — — — — — — —],[γα]θεῖ τύχει, δεδόχθαι
[τεῖ βουλεῖ]· τοὺς λαχόντας προέδρους εἰς τὴν ἐπιοῦσαν ἐκκλησίαν χρηματί-
55 [σαι περὶ τούτων, γνώμην δὲ ξυμβάλλεσθαι τῆς βουλῆς εἰς] τὸν δῆμον, ὅτι δοκεῖ
[τεῖ βουλεῖ] ἐπαι[νέσαι τὸν κοσμητὴν τῶν ἐφήβων τὸν ἐπὶ Σωσιτέλου ἄρχοντος]
[Χρέμητα Θ̣εο̣․․․ίδου ἐγ Μυρρινούττης ἀρετῆς ἕνεκεν] καὶ στεφανῶσαι χ̣[ρυ]-
[σῶι σ]τεφάν[ωι] κα[τὰ τὸν] νόμον [καὶ ἀνειπεῖν τὸν] στέφανον τοῦτον Διονυ[σί]-
[ων τε τῶ]ν ἐν ἄστει καινοῖς τραγ[ω]ιδ[οῖς καὶ Παναθη]ν̣αίων καὶ Ἐλευσινίων [καὶ]
60 [Πτολεμαίων — — c.12 — —] καὶ τοῖς γυμνικοῖς ἀγῶσιν· ἀναγράψαι δὲ τόδε τὸ ψή[φι]-
[σμα] τὸν γραμματέα τὸν κατὰ πρυτανείαν ἐν στήλει λιθίνει καὶ στῆσαι ἐν
[ἀγορᾶι]· τὸ δὲ ἀνάλωμα τὸ γενόμενον εἰς τὴν ἀναγραφὴν μερίσαι τὸν ἐπὶ τεῖ δι[οι]-
[κήσει].
cit. 1.64 [ἡ βο]υλή,
65      ὁ δῆμος
τοὺς ἐφήβους
cit. 2.67         ἡ βουλή,
        ὁ δῆμος
    τὸν κοσμητὴν
70        Χρέμητα
ἐγ Μυρρινούττης
cit. 3.72       οἱ ἔφηβοι
  τὸν κοσμητὴν
     Χρέμητα ἐγ
75 Μυρρινούττης
76 οἱ ἐφηβεύσαντες ἐπὶ Σωσιτέλου ἄρχοντο[ς]·
col. I.77        ἘρεχθεῖδοςI
[— c.3 —]δοτος [— 2-3 —]ησίωνος Κηφισιεύς
       ΑἰγεῖδοςII
80 [․․․]κλῆς Ἁγνοθέου Ἁλαιεύς
      ΠανδιονίδοςIII
[— c.5 —]ης Δίου Στειριεύς
[— c.6 —]ος Μουσαίου Παιανιεύς
      ΛεωντίδοςIV
85       ΠτολεμαιΐδοςV
[Θεόδο]τος Τιμη[σ]ίωνος Φλυεύς
      ἈκαμαντίδοςVI
[— c.6 —]της Τιμοκλέους Κικυννεύς
      ΟἰνεῖδοςVII
90 [— c.5 —]ης Μνησιθέου Πτελεάσιος
      ΚεκροπίδοςVIII
[— — — — — — — — — —]
col. II.93 Ζώπυρος Δικαίου Μελιτεύς
Δίων Μνησιθέου Συπαλήττιος
95 Καλλίμαχος Καλλιστράτου Αἰξωνεύς
            ἹπποθωντίδοςIX
Κηφισόδωρος Κηφισοδώρου Ἁμαξαντεύ[ς]
Σιμωνίδης Ἡρακλείδου ἐκ Κοίλης
Λεύκων Θέωνος Θυμαιτάδης
100 Ἀλεξικράτης Ἀλ[εξ]ίωνος Ἐλευσίνιος
            ΑἰαντίδοςX
            ἈντιοχίδοςXI
Κλέων [— — — — — Ἀναφλ]ύστιος
Βρύων Μ[— c.4 —ου Ἀλωπεκ]ῆθεν
105 Πατροκλ[— — — — — Ἀμφι]τροπῆθεν
            [Ἀτταλίδος]XII
[— — — — — — — — — — — — — —]
[— — — — — — — — — — — — — —]
cit. 1.109 [ἡ βουλή],
110 [ὁ δῆμος]
[Ἑρμόδωρον]
παι[δοτρίβην]
vacat 0,22
cit. 2.113 ἡ βουλή,
ὁ δῆμος
115 Νικόμαχον
ὁπλομάχον
vacat 0,22
cit. 3.117 [ἡ] βουλή,
[ὁ] δῆμος
Νέανδρον
120 καταπάλτην
vacat 0,22
cit. 4.121 ἡ β[ουλή],
[δῆμος]
Φά[ρον]
το[ξότην]
vacat 0,22
cit. 5.125 [ἡ βουλή],
[ὁ δῆμος]
[Κρίτωνα]
[γραμματέα].
vacat 0,22
Search Help
Contact Us