Honorific decrees for the prytaneis of Aiantis.  Stele of gray marble, broken at the bottom. Non-stoich. c. 37-c. 52.
[ ] Attica — Athens — Agora — ca. 214/3 BC — AD 46 B1 (1996) 28 (mention)
I.1      θεο[ί]·
ἐπὶ Διοκλέους ἄρχοντος· Βοηδρομιῶνος· ἐπὶ τῆς Αἰαν-
τίδος τετάρτης πρυτανείας, εἷ Ἀριστοφάνης Στρα-
τοκλέους ΚειριάδηςXI ἐγραμμάτευεν· δήμου ψηφίσ-
5 ματα· Βοηδρομιῶνος ὀγδόει ἐπὶ δέκα· τρίτει καὶ εἰ-
κ̣οστεῖ τῆς πρυτανείας· ἐκκλησία κυρία ἐν τῶι θεά-
τρωι· τῶν προέδρων ἐπεψήφιζεν Πιστοκλῆς Δήμωνος
Ἀνακα̣ιεὺς [κ]α̣[ὶ] σ̣υμπρόεδροι·        vacat
                             ἔδοξεν τῶι δήμωι·
10 Ἀριστίων Ἀριστοκλέους Ξυπεταιὼν εἶπεν· ὑπὲρ ὧν ἀ%⁸⁰-
παγγέλλουσιν οἱ πρυτάνεις τῆς Αἰαντίδος ὑπὲρ τῶν
θυσιῶν, ὧν ἔθυον τὰ πρὸ τῶν ἐκκλησιῶν τῶι τε Ἀπόλλω%⁸⁰-
νι τῶι Προστατηρίωι καὶ τεῖ Ἀρτέμιδι τεῖ Βουλαίαι καὶ v
τοῖς ἄλλοις θεοῖς, οἷς πάτριον ἦν, v ἀγαθεῖ τύχει, δεδό%⁸⁰-
15 χθαι τῶι δήμωι· τ̣ὰ μὲν ἀγαθὰ δέχεσθαι τὰ γεγονότα
ἐν τοῖς ἱεροῖς, οἷς ἔθυον ἐφ’ ὑγιείαι καὶ σωτηρίαι τῆς βου-
λῆς καὶ τοῦ δήμου· ἐπειδὴ δὲ οἱ πρυτάνεις τά̣ς τε θυσίας
ἔθυσαν ἁπάσας, ὅσαι καθῆκον ἐν τεῖ πρυτανείαι καλῶς v
καὶ φιλοτίμως, ἐπιμεμέληνται δὲ v τῆς συλλογῆς τῆς τε
20 βουλῆς καὶ τοῦ δήμου καὶ τῶν ἄλλων ἁπάντων, ὧν αὐτοῖς προ-
σέταττον οἵ τε νόμοι καὶ τὰ ψηφίσματα τοῦ δήμου· ἐπαινέ%⁸⁰-
σαι τοὺς πρυτάνεις τῆς Αἰαντίδος καὶ στεφανῶσαι χρυσῶι
στεφάνωι κατὰ τὸν νόμον εὐσεβείας ἕνεκα τῆς πρὸς τοὺς v
θεοὺς καὶ φιλοτιμίας τῆς εἰς τὴν βουλὴν καὶ τὸν δῆμον τὸν
25 Ἀθηναίων· v ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα τὸν γραμματέα τὸν
κατὰ πρυτανείαν ἐν στήλει λιθίνει καὶ στῆσαι ἐν τῶι πρυτα-
νικῶι· εἰς δὲ τὴν ἀναγραφὴν τῆς στήλης καὶ τὴν ἀνάθεσιν με-
ρίσαι τὸν ἐπὶ τεῖ διοικήσει τὸ γενόμενο[ν] ἀνάλωμα.
                                         vacat 0,035
cit. 1.29  ἡ βουλὴ
30  τὸν ταμί-
αν Δωρό-
θεον Μα-
  ραθώνι-
    ον
cit. 2.35  ὁ δῆμος
τοὺς πρυ-
 τάνεις
cit. 3.38 [ἡ β]ου[λὴ]
[τ]ὸν γραμ-
40 [μ]ατέα Ἡρ[ό]-
[δ]ωρον Ῥα-
   μνούσι-
      ον
                                        vacat 0,035
II.44 ἐπὶ Διοκλέους ἄρχοντος, ἐπὶ τῆς Ἀκαμαντίδος πέμπτης πρυ-
45 τανείας, ἧι Ἀριστοφάνης Στρατοκλέους ΚειριάδηςXI ἐγραμ-
μάτευεν· βουλῆς ψηφίσματα· Πυανοψιῶνος δευτέραι ἱσταμέ%⁸⁰-
νου· ὀγδόει τῆς πρυτανείας· βουλὴ ἐμ βουλευτηρίωι· τῶν προέδρων
ἐπεψήφιζεν Πε[․․]κλῆς Ἀντιπά[τρου Λ]αμπτρεὺς κ̣[αὶ συμπρό]εδροι· vv
                                    ἔδοξεν [τεῖ βου]λεῖ·
50 Ἀριστίων Ἀριστοκλέου[ς Ξ]υπ[εταιὼν εἶ]πεν· [ἐπ]ε[ιδὴ οἱ πρυτάνεις] τῆ[ς]
Αἰαντίδος ἀποφαίνουσιν τεῖ βουλεῖ τὸν ταμίαν̣, [ὃν εἵλοντο ἐξ ἑαυ]-
τῶν Δωρόθεον Δωρίωνος Μαραθώνιον τάς τε θυσ̣[ίας τεθυκέναι τὰς]
καθηκούσας ὑπὲρ τῆς βουλῆς κ<α>ὶ τοῦ δήμου [καὶ παίδων καὶ γυναικῶν],
ἐπιμεμελῆσθαι̣ δὲ καὶ τῶν ἄλλων ἁπάν̣[των καλῶς καὶ φιλοτίμως],
55 ἀγαθεῖ τύχει, δεδόχθαι τεῖ βουλεῖ· ἐπ̣[αινέσαι τὸν ταμίαν Δωρόθεον]
<⁶¹Δωροθέο<υ>>⁶¹ Μαραθώνιον καὶ τὸν γραμμ[ατέα] Ἡρ̣ό̣[δωρον — c.5 —]ου Ῥα%⁸⁰-
μνούσιον καὶ τὸν ταμίαν τῆς βουλῆ[ς] Νικόμαχον Π̣αιανιέα καὶ τὸν
κήρυκα τῆς βουλῆς Εὐκλῆν Τρινεμ̣εέα καὶ τὸν γραμματέα τῆς βου-
λῆς καὶ τοῦ δήμου Ν[ικόδωρον] Νικοδώρου Φρεάρριον v καὶ τὸν ὑπογραμ-
60 ματέα Φιλοκράτην Ἀ[— c.7 —]ου Παιανιέα v καὶ τὸν αὐλητὴν Δεξίλα%⁸⁰-
ον Ἁλαιέα· v ἀναγράψαι δ̣[ὲ τόδε] τὸ ψήφισμα τὸν γραμματέα τὸν κατὰ πρυτα-
νείαν ἐν στήλει λιθίνει κ̣[αὶ σ]τῆσαι ἐν τῶι πρυτανικῶι· εἰς δὲ τὴν ἀναγ<ρ>α%⁸⁰-
φὴν τῆς στήλης μερίσα[ι] τὸν ἐπὶ τεῖ [δι]οικήσει τὸ γενόμενον ἀνάλωμα.
col. I.64   Μαραθώνιοι
65 [Δωρόθεο]ς
Δημο[φῶ]ν̣
Σωσιγέν[ης]
Φαίνιππος
Ἕλλην
70 Μυρτίλος
Ἀλέξανδρος
Δημήτριος
Διοφάνης
Ἀντήνωρ
75 Εὔβιος
col. II.76 Ἀριστόνικος
Ν̣[ί]κων
[Φαλ]ηρεῖς
Φίλων
80 [․]έων
Σ#⁷#⁷[— —]
Νικόδημος
Πλάτων
Ἡράκλειτος
85 Διονύσιος
Καλλίστρατος
col. III.87 Τίμαρχος
Ζώανδρος
Ἐπαινέας
90 Δεξίοχος
Μνασέας
  Οἰναῖοι
Θεογένης
Φιλωνίδης
95 Παρμένων
Ξεννέας
Ἀρ̣ισ̣τόκριτος
col. IV.98 Ἐπιγένης
 Τρικορύσιοι
100 Μοσχίων
Ζωΐλος
Αἴθων
Ἐρσίας
Διονύσιος
105 Ζώπυρος
Ῥαμνούσιοι
Ἀρχέστρατος
Ἡρόδωρος
col. V.109 Σωκ[λ]ῆς
110 Διονύσιος
Ἀλέξανδρος
Δημόξενος
Στράτιππος
Ὀνησίκριτος
115 Πίνδαρος
Παυσανίας
Πυθέας
Ἀντίπατρος
row 1.cit. 1.119  ἡ βουλὴ
120 Νικόμα-
χον Παια-
   νιέα
cit. 2.123 ἡ βουλὴ
Εὐκλῆν
125 Τρινεμ-
  εέα
cit. 3.127  ἡ βουλὴ
Νικόδω-
ρον Φρε-
130  άρριον
row 2.cit. 1.131 ἡ βουλὴ
Φιλοκρά-
την Παλ-
 ληνέα
cit. 2.135 ἡ βουλὴ
Δεξίλα-
ον Ἁλαι-
   έα.
Search Help
Contact Us