IG II³,1 1155
Honorific decrees for the prytaneis of Pandionis.  Pedimental stele of white marble, in three joining fragments. Non-stoich. c. 40.
[ ] Attica — Athens — Agora — 219/8 BC — Hesperia 38 (1969) 425, 2 — Agora XV 130
See also:
I.1 ἐπὶ Μενεκράτου ἄρχοντος, ἐπὶ τῆς Οἰνεῖδος ἕκτη-
ς πρυτανείας, ἧι Φιλόδρομος Σωτάδου ΣουνιεὺςVI v
ἐγραμμάτευεν· Ποσιδεῶνος πένπτει ἱσταμένου·
τετάρτει τῆς πρυτανείας· v βουλῆς ψηφίσματα· v
5 Χάρης Εὐχαρίστου Ἀφιδναῖος εἶπεν· περὶ ὧν ἀπανγέλλο[υ]-
σιν οἱ πρυτάνεις τῆς Πανδιονίδος ὑπὲρ τῶν θυσιῶν, v
ὧν ἔθυ{ν}ον {²⁶ἔθυον}²⁶ τὰ πρὸ τῶν ἐκκλησιῶν τῶι τε vvvv
Ἀπόλλωνι τῶι Προστατηρίωι καὶ τῆι Ἀρτέμιδι τῆι Βου-
λαίαι καὶ τοῖς ἄλλοις θεοῖς, οἷς πάτριον ἦν, ἐπεμελήθη̣-
10 σαν δὲ καὶ τῆς συλλογῆς τῆς τε βουλῆς καὶ τοῦ δήμ[ο]-
υ καὶ τῶν ἄλλων ἁπάντων, ὧν αὐτοῖς προσέταττον [οἵ]
τε νόμοι καὶ τὰ ψηφίσματα τοῦ δήμου, ἀγαθεῖ τύχε̣[ι],
δεδόχθαι τῶι δήμωι· ἐπαινέσαι τοὺς πρυτάνεις
τῆς Πανδιονίδος καὶ στεφανῶσαι χρυσῶι στεφά̣[νωι]
15 κατὰ τὸν νόμον εὐσεβείας ἕνεκα τῆς πρὸς τοὺς θε̣-
οὺς καὶ φιλοτιμίας τῆς εἰς τὴν βουλὴν καὶ τὸν δῆμο[ν]
τὸν Ἀθηναίων· ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα τὸν γρ[α]-
μματέα τὸν κατὰ πρυτανείαν ἐν στήλει λιθίνει κα[ὶ]
στῆσαι ἐν τῶι πρυτανικῶι· εἰς δὲ τὴν ἀναγραφὴν v
20 τῆς στήλης μερίσαι τὸν ἐπὶ τεῖ διοικήσει τὸ γεν[ό]-
μενον ἀνάλωμα.
cit. 1.22 ἡ βουλὴ
 τὸν τα-
μίαν Δι-
25 οφάνην
Πρασιέα
cit. 2.27 ἡ βουλή,
ὁ δῆμος
τοὺς πρυ-
30 τάνεις
cit. 3.31 ἡ βουλ%⁸⁰ὴ
τὸν γραμ-
ματέα Ἡ-
λιόδω̣ρον
35 Διονυσίου
 Παιανιέ-
   α
II.38 ἐπὶ Μενεκράτου ἄρχοντος, ἐπὶ τῆς Πανδιονίδο[ς]
<πέμπ>της πρυτανείας, ἧι Φιλόδρ<ο>μος Σωτάδου Σουνιεὺ̣VI]
40 ἐγραμμάτευεν· Μαιμακτηριῶνος ἕκτει ἐπὶ δέκα· ἕκτ[ει]
καὶ δεκά<τ>ει τῆς πρυτανείας· ἐκ<κ>λησία κυρία· δήμου ψήφισμ[α]·
Χάρης Εὐχαρίστου Ἀφιδναῖος εἶπεν· ἐπειδὴ οἱ πρυτάνεις v
τῆς Πανδιονίδος ἀποφαίνουσιν τῆι βουλῆι τὸν ταμίαν, ὃν εἵ-
λοντο ἐξ ἑαυτῶν Διοφάνην Πρασιέα τάς τε θυσίας τεθυκένα̣[ι]
45 τὰς καθηκούσας ὑπὲρ τῆς βουλῆς καὶ τοῦ δήμου καὶ παίδων
καὶ γυναικῶν, ἐπιμεμελῆσθαι δὲ καὶ τῶν ἄλλων ἁπάντων
καλῶς καὶ φιλοτίμως, ἀγαθεῖ τύχει, δεδόχθαι τεῖ βουλεῖ·
ἐπαινέσαι τὸν ταμίαν Διοφάνην Διοκλέους Πρασιέα καὶ 〚․․〛
τὸν γραμματέα Δημόδωρον Παιανιέα καὶ τὸν <ἱ>ερέα τοῦ ἐπω-
50 νύμου Εὔξενον Ὄαθεν καὶ τὸν ταμίαν τῆς βουλῆς Ἀθηνοκλῆ[ν]
Ἁλαιέα καὶ τὸν κήρυκα τῆς βουλῆς Εὐκλῆν Τρινεμέα καὶ τὸν
γραμματέα τῆς βουλῆς καὶ τοῦ δήμου Κτησικλῆν Κηφι-
σοφῶντος Φαληρέα καὶ τὸν ὑπογραμματέα Ὀνήσιμον
Ἡγησίου Πρασιέα καὶ τὸν αὐλητὴν Δεξίλαον Ἁλαιέα· vvvvv
55 ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα τὸν γραμματέ<α> τὸν
κατὰ πρυτανείαν ἐν στήλει λιθίνει καὶ στῆσαι ἐν
τῶι πρυτανικῶι· εἰς δὲ τὴν ἀναγραφὴν τῆς στήλης v
μερίσαι τὸν ἐπὶ τεῖ διοικήσει τὸ γενόμενον ἀνάλωμα.
col. I.59 Πανδιονδος
60 Παιανιεῖς
Διογένης
Τ̣ι̣μάνα<ξ>
Ἡλιόδωρος
Προμαθίων
65 Δημήτριος
Ἀριστώνυμος
Φιλοκράτης
Νικόστρατος
Πολύνικος
70 Παρμενίων
Μοσχίων
Ἀπολλόδωρος
Ποσείδιππος
Ἀρ<ι>στόδωρος
75 Ἐπιχάρης
Θεόδωρος
Ἀντιμ̣ένης
col. II.78 Νικόξενος
Λάκων
80 ΖΤΛΡΗΣ
Ἀπολλόδ<ο>τος
Λύσανδρος
Πρασιεῖς
Διοφάνης
85 Ἑκαταῖος
Ἀγαθοκλῆς
Μυρρινούσιοι
Θούκριτος
Λυσίστρατος
90 Λεωδάμας
Ζμίκυθος
Ἀμεινιάδης
Μενέστ<ρ>ατος
Ἀγασίστρατος
95 Θεόδωρος
Ὀαεῖς
col. III.97 Ἑρμαῖος
Καλλίμαχος
Ἀριστόδημος
100 Μείδων
Ἀνγελεῖς
Ἐπίζηλος
Θόας
Διοκλῆς
105 Ῥόδων
Προβαλίσιοι
Εὐφίλητος
Ζώπυρος
Ἀρίστων
110 Ἀγαθοκλῆς
Λέων
Στειριεῖς
Ἀπολλόδωρος
Νικίας
115 Καλλιάδης
Σωκράτης
row 1.cit. 1.117 ἡ βουλὴ
τὸν ταμί-
αν τῆς βου-
120 λῆς Ἀθηνο-
κλῆν Ἁλα-
ιέα
row 2.cit. 1.123 ἡ βουλὴ
τὸν ἱερέα
125 τοῦ ἐπωνύ-
μου Εὔξεν-
ον Ὄαθεν
row 1.cit. 2.128 ἡ βουλὴ
τὸν γραμ-
130 ματέα τοῦ
δήμου Κτ-
ησικλῆν Κη-
  φισ[ι]έ̣α
row 2.cit. 2.134 ἡ βουλὴ
135 τὸν ὑπο-
γραμματέ-
α Ὀνήσιμ-
ον Πρ̣ασι-
  έα
row 1.cit. 3.140 ἡ βουλὴ
τὸν κήρυ-
κα Εὐκλῆ-
ν Τρινεμ-
έα
row 2.cit. 3.145 ἡ βουλὴ
τὸν αὐλ-
ητὴν Δε-
ξίλαον
[λ]αιέα.
Search Help
Contact Us