Honorific decree for an embassy from the city of Ephesos.  Stele of gray marble, broken at the top and bottom. Non-stoich. c. 48.
[ ] Attica — Athens — Agora — 224/3-222/1 BC — Hesperia 6 (1937) 448, 3 — L. Robert, Études épigr. (1938) 62, 10 — Agora XVI 225
See also:
[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]
[τ]οὺς δὲ Η̣ΚΟ̣[— — — — — — — — — — — — — — — — — — ἀναγορεύ]-
[ε]ιν, ἐπειδὰν ὁ γυμνι̣κ[ὸς ἀγὼν γένηται, ὅτι «ὁ δῆμος ὁ Ἐφεσίων στε]-
φανοῖ χρυσῶι στεφάνωι τ̣[ὸν δῆμον τὸν Ἀθηναίων κατὰ τὸν νόμον εὐσε]-
βείας ἕνεκα τῆς πρὸς τοὺς [θεοὺς καὶ εὐνοίας τῆς εἰς τὴν βουλὴν]
5 καὶ τὸν δῆμον τὸν Ἐφεσίων»· [— — — — — — — — — — — — — —]
[θ]εωροδόκον ἐξ Ἀθηναίων ἁπάντ̣[ων· ἐπαινέσαι δὲ τὸν δῆμον τὸν]
[Ἐφ]εσίων καὶ στεφαν[ῶ]σαι χρυσῶι στεφάνωι̣ [κατὰ τὸν νόμον εὐσεβεί]-
[α]ς̣ ἕνεκα τῆς πρὸς τοὺς θεοὺς καὶ εὐνοίας τῆς εἰς τ[ὸν δῆμον τὸν Ἀθη]-
ναίων καὶ τὸν βασιλέα Πτολεμαῖον καὶ ἀνειπεῖν τὸν [στέφανον]
10 τ̣οῦτον Διονυσίων τῶν ἐν ἄστει καινοῖς τραγωιδοῖς καὶ Πανα̣[θη]-
ναί̣[ω]ν καὶ Ἐλευσινίων καὶ Πτολεμαίων τοῖς γυμνικοῖς ἀγῶσιν·
[τῆς δὲ] ποιήσεως τοῦ στεφάνου καὶ τῆς ἀναγορεύσεως ἐπιμελ[η]-
[θῆναι] τοὺς στρατηγοὺς κα[ὶ τὸ]ν ταμίαν τῶν στρατιωτικῶν· vvvv
[ἐπαιν]έσαι δὲ καὶ τοὺς παραγεγονότας πρεσβευτὰς παρ’ Ἐφεσίων
15 [καὶ στ]εφανῶσαι ἕκαστον αὐτῶν θαλλοῦ στεφάνωι Δ<ι>ονυ̣σικλῆν
[Διον]υ̣σικλέους, v Νικοφῶντα Χαριδήμου, v Π̣[ά]ν̣ταινον Τεισιδήμου·
[καλ]έ̣σαι δὲ αὐτοὺς καὶ ἐπὶ δεῖπνον εἰς τὸ πρυτανεῖον εἰς αὔριον·
[ἀν]α̣γράψαι δὲ τόδε τὸ ψήφισμα τὸν γραμματέα τὸν κατὰ πρυτανεί-
[αν] ἐν στήλει λιθίνει καὶ στῆσαι ἐν ἀγορᾶι π̣αρὰ τὸμ βωμὸν τῆς Ἀρτέμι-
20 [δ]ος τῆς Βουλαίας· v εἰς δὲ τὴν ἀναγραφὴν καὶ τὴν ἀνάθεσιν τῆς στή%⁸⁰-
λης με̣ρίσαι τὸν ταμίαν τῶν στρατιωτικῶν καὶ τοὺς πὶ τεῖ διοική-
σ̣ει τὸ γενόμενον ἀνάλωμα.             vacat
                                                       vacat
23 θεωροδόκος κεχειροτόνηται Πρ[α]ξι[τέ]λης Τιμάρχου Εἰρεσίδης. v
                                               {²in corona:
24                                                        ἡ βουλή,
25                                                        ὁ δῆμος
                                                   [τὸν δῆ]μον τὸν
                                                       [Ἐφε]σίων
                                                 vacat 0,075
cit. 1.28     [ἡ βουλή],
    [ὁ δῆμος]
30 [Διονυσικλῆν]
[Διονυσικλέους]
cit. 2.32 [ἡ βουλή],
[ὁ δῆμος]
[Νικοφῶντα]
35 [Χαριδήμου]
cit. 3.36    ἡ βουλή,
  ὁ δῆμος
Π̣άνταιν[ον]
Τ[ει]σιδ̣[μου]
40 [— — — — — — — — — — — — ? — — — — — — — — — — — —]
Search Help
Contact Us