Honorific decree for Prytanis of Karystos.  Pedimental stele of white marble. Non-stoich. c. 35.
[ ] Attica — Athens — Agora — 225/4 BC — Hesperia 4 (1935) 525, 39 — SEG 25.106 — Agora XVI 224
See also:
1 θεοί·
ἐπὶ Ἐργοχάρου ἄρχοντος, ἐπὶ τῆς Ἱπποθων%⁸⁰-
τίδος τρίτης πρυτανείας, ἧι Ζωΐλος Διφί-
λου ἈλωπεκῆθενXII ἐγραμμάτευεν· Μεταγειτνι-
5 ῶνος δευτέραι μετ’ εἰκάδας· ἑβδόμει καὶ εἰ%⁸⁰-
κοστεῖ τῆς πρυτανείας· ἐκκλησία ἐν τῶι θεά-
τρωι· τῶν προέδρων ἐπεψήφιζεν Σπουδίας Μέ-
μνωνος Ἀφιδναῖος καὶ συμπρόεδροι·    vacat
              ἔδοξεν τεῖ βουλεῖ καὶ τῶι δήμωι·
10 Θούκριτος Ἀλκιμάχου Μυρρινούσιος εἶπεν· ἐ%⁸⁰-
πειδὴ Πρύτανις εὔνους ὢν τῶι δήμωι καὶ πολ-
λάκις τὴν ἀπόδειξιν αὐτοῦ καὶ πρότερον πεπ̣ο-
ημέν<η>ν̣ ἀποφηναμένων τῶν στρατηγῶν, παρα[%⁸⁰]-
κληθεὶς ὑπὸ τοῦ δήμου καὶ δοὺς ἑαυτὸν ἀπροφ[α]-
15 σίστως εἰς τὴν κοινὴν χρείαν τῆς πόλεως ἀπ[ε]-
δήμησεν 〚— — — — c.21 — — — —〛 οὔτε πό%⁸⁰-
νον οὔτε κίνδυνον ὑπολογισάμενος οὐθένα v
τῶν ἐσομένων οὔτε δαπάνης οὐδεμιᾶς φ̣ροντί-
σας, καὶ παραγενόμενος 〚— — c.9 — —〛 καὶ διαλε̣-
20 χθεὶς ὑπὲρ τῶν κοινεῖ v χρησίμων μετὰ παρ<ρ>η-
σίας ὡς ἂν ὑπὲρ ἰδία<ς πατρ><⁶¹ίδος τὴν πᾶσαν σπ̣ου%⁸⁰%⁸⁰>⁶¹-
δὴν ποι<ο>ύμενος, ἀπήγγελκεν τῶι δήμωι περ[ὶ] τού-
των ἐν οὐθενὶ καιρῶι προθυμίας οὐθὲν ἐν[λ]ελοι-
π<ὼς> οὐδὲ τῶν καθηκόντων εἰς τὴν τοῦ δήμο̣υ̣ v
25 χρείαν παραλείπων· ὅπως ἂν οὖν ὁ δῆμος ἐμ παν̣-
τὶ καιρῶι μεμνημένος φαίνηται τῶν ἐκτενῶς
τὰς χρείας αὐτῶι παρεσχημένων, vv ἀγαθεῖ τύ-
χει, δεδόχθαι τῆι βουλῆι· τοὺς λαχόντας προ-
έδρους εἰς τὴν ἐπιοῦσαν ἐκκλησίαν χρηματί-
30 σαι περὶ τούτων, γνώ<μ>ην δὲ ξυμβάλλεσθαι τῆς
βουλῆς εἰς τὸν δῆμον, ὅτι δοκεῖ τῆι βουλῆι vv
ἐπαινέσαι Πρύτανιν Ἀστυλείδου Καρύστιον
καὶ στεφανῶσαι αὐτὸν χρυσῶι στεφάνωι κατὰ
τὸν νόμον εὐνοίας ἕνεκα καὶ φιλοτιμίας, ἣν ἔ-
35 χων διατελεῖ περὶ τὴν βουλὴν καὶ τὸν δῆμον
τὸν Ἀθηναίων, καὶ ἀνειπεῖν τὸν στέφανον τοῦ-
τον Διονυσίων τῶν ἐν ἄστει τραγωιδοῖ[ς] τῶι
καινῶι ἀγῶνι καὶ Παναθηναίων τῶι γυμν̣ικῶι,
τῆς δὲ ποήσεως τοῦ στεφάνου καὶ τῆς ἀναγο%⁸⁰%⁸⁰-
40 ρεύσεως ἐπιμεληθῆναι τοὺ[ς] στρατηγοὺς καὶ
〚․〛 τὸν ταμίαν τῶν στρατιωτικῶν· εἶναι δὲ αὐτῶι
διατηροῦντι τὴν αἵρεσιν εὑρέσθαι παρὰ τοῦ
δήμου καὶ ἄλλο ἀγαθόν, ὅτου ἂν̣ δοκῆ̣ι ἄξιος εἶναι·
καλέσαι δὲ αὐτὸν καὶ ἐπὶ δεῖπνον εἰς τὸ πρυτα-
45 νεῖον εἰς αὔριον· ἀναγράψαι δὲ τόδε τὸ ψήφισ%⁸⁰-
μα τὸν γραμματέα τὸν κατὰ πρυτανείαν ἐν στή-
ληι λιθίνηι καὶ στῆσαι ἐν ἀγορᾶι· τὸ δὲ ἀνάλω-
μα τὸ γενόμενον εἰς τὴν ἀνάθεσιν καὶ τὴν ἀνα-
γραφὴν τῆς στήλης μερίσαι τὸν τ<⁶¹αμί%⁸⁰%⁸⁰%⁸⁰%⁸⁰%⁸⁰%⁸⁰%⁸⁰>⁶¹-
50 αν τῶν στρατιωτικῶν.
                                   vacat 0,12
                         {²in corona:
51                               ἡ βουλή,
                              ὁ δῆμος
                              Πρύτανιν.
                                   vacat 0,165
Search Help
Contact Us