Honorific decree for Prytanis of Karystos. Pedimental stele of white marble. Non-stoich. c. 35.
[ ]
Attica — Athens — Agora — 225/4 BC — Hesperia 4 (1935) 525, 39 — SEG 25.106 — Agora XVI 224
See also:
| 1 | θεοί· |
| ἐπὶ Ἐργοχάρου ἄρχοντος, ἐπὶ τῆς Ἱπποθων%⁸⁰- | |
| τίδος τρίτης πρυτανείας, ἧι Ζωΐλος Διφί- | |
| λου ἈλωπεκῆθενXII ἐγραμμάτευεν· Μεταγειτνι- | |
| 5 | ῶνος δευτέραι μετ’ εἰκάδας· ἑβδόμει καὶ εἰ%⁸⁰- |
| κοστεῖ τῆς πρυτανείας· ἐκκλησία ἐν τῶι θεά- | |
| τρωι· τῶν προέδρων ἐπεψήφιζεν Σπουδίας Μέ- | |
| μνωνος Ἀφιδναῖος καὶ συμπρόεδροι· vacat | |
| ἔδοξεν τεῖ βουλεῖ καὶ τῶι δήμωι· | |
| 10 | Θούκριτος Ἀλκιμάχου Μυρρινούσιος εἶπεν· ἐ%⁸⁰- |
| πειδὴ Πρύτανις εὔνους ὢν τῶι δήμωι καὶ πολ- | |
| λάκις τὴν ἀπόδειξιν αὐτοῦ καὶ πρότερον πεπ̣ο- | |
| ημέν<η>ν̣ ἀποφηναμένων τῶν στρατηγῶν, παρα[%⁸⁰]- | |
| κληθεὶς ὑπὸ τοῦ δήμου καὶ δοὺς ἑαυτὸν ἀπροφ[α]- | |
| 15 | σίστως εἰς τὴν κοινὴν χρείαν τῆς πόλεως ἀπ[ε]- |
| δήμησεν 〚— — — — c.21 — — — —〛 οὔτε πό%⁸⁰- | |
| νον οὔτε κίνδυνον ὑπολογισάμενος οὐθένα v | |
| τῶν ἐσομένων οὔτε δαπάνης οὐδεμιᾶς φ̣ροντί- | |
| σας, καὶ παραγενόμενος 〚— — c.9 — —〛 καὶ διαλε̣- | |
| 20 | χθεὶς ὑπὲρ τῶν κοινεῖ v χρησίμων μετὰ παρ<ρ>η- |
| σίας ὡς ἂν ὑπὲρ ἰδία<ς πατρ><⁶¹ίδος τὴν πᾶσαν σπ̣ου%⁸⁰%⁸⁰>⁶¹- | |
| δὴν ποι<ο>ύμενος, ἀπήγγελκεν τῶι δήμωι περ[ὶ] τού- | |
| των ἐν οὐθενὶ καιρῶι προθυμίας οὐθὲν ἐν[λ]ελοι- | |
| π<ὼς> οὐδὲ τῶν καθηκόντων εἰς τὴν τοῦ δήμο̣υ̣ v | |
| 25 | χρείαν παραλείπων· ὅπως ἂν οὖν ὁ δῆμος ἐμ παν̣- |
| τὶ καιρῶι μεμνημένος φαίνηται τῶν ἐκτενῶς | |
| τὰς χρείας αὐτῶι παρεσχημένων, vv ἀγαθεῖ τύ- | |
| χει, δεδόχθαι τῆι βουλῆι· τοὺς λαχόντας προ- | |
| έδρους εἰς τὴν ἐπιοῦσαν ἐκκλησίαν χρηματί- | |
| 30 | σαι περὶ τούτων, γνώ<μ>ην δὲ ξυμβάλλεσθαι τῆς |
| βουλῆς εἰς τὸν δῆμον, ὅτι δοκεῖ τῆι βουλῆι vv | |
| ἐπαινέσαι Πρύτανιν Ἀστυλείδου Καρύστιον | |
| καὶ στεφανῶσαι αὐτὸν χρυσῶι στεφάνωι κατὰ | |
| τὸν νόμον εὐνοίας ἕνεκα καὶ φιλοτιμίας, ἣν ἔ- | |
| 35 | χων διατελεῖ περὶ τὴν βουλὴν καὶ τὸν δῆμον |
| τὸν Ἀθηναίων, καὶ ἀνειπεῖν τὸν στέφανον τοῦ- | |
| τον Διονυσίων τῶν ἐν ἄστει τραγωιδοῖ[ς] τῶι | |
| καινῶι ἀγῶνι καὶ Παναθηναίων τῶι γυμν̣ικῶι, | |
| τῆς δὲ ποήσεως τοῦ στεφάνου καὶ τῆς ἀναγο%⁸⁰%⁸⁰- | |
| 40 | ρεύσεως ἐπιμεληθῆναι τοὺ[ς] στρατηγοὺς καὶ |
| 〚․〛 τὸν ταμίαν τῶν στρατιωτικῶν· εἶναι δὲ αὐτῶι | |
| διατηροῦντι τὴν αἵρεσιν εὑρέσθαι παρὰ τοῦ | |
| δήμου καὶ ἄλλο ἀγαθόν, ὅτου ἂν̣ δοκῆ̣ι ἄξιος εἶναι· | |
| καλέσαι δὲ αὐτὸν καὶ ἐπὶ δεῖπνον εἰς τὸ πρυτα- | |
| 45 | νεῖον εἰς αὔριον· ἀναγράψαι δὲ τόδε τὸ ψήφισ%⁸⁰- |
| μα τὸν γραμματέα τὸν κατὰ πρυτανείαν ἐν στή- | |
| ληι λιθίνηι καὶ στῆσαι ἐν ἀγορᾶι· τὸ δὲ ἀνάλω- | |
| μα τὸ γενόμενον εἰς τὴν ἀνάθεσιν καὶ τὴν ἀνα- | |
| γραφὴν τῆς στήλης μερίσαι τὸν τ<⁶¹αμί%⁸⁰%⁸⁰%⁸⁰%⁸⁰%⁸⁰%⁸⁰%⁸⁰>⁶¹- | |
| 50 | αν τῶν στρατιωτικῶν. |
| vacat 0,12 | |
| {²in corona:}² | |
| 51 | ἡ βουλή, |
| ὁ δῆμος | |
| Πρύτανιν. | |
| vacat 0,165 |