Decree of Gonnoi concerning the selection of a theorodokos and decree of Athens concerning honors for theorodokoi.  Stele of gray marble, broken at the bottom. Non-stoich. c. 25.
[ ] Thessalia — Gonnoi — ca. 225 BC — ArchEph (1914) 167, 232 — B. Helly, Gonnoi II (1973) 109
See also:
I.1 ἔδοξε τῆι πόλει τῆι Γοννέων· [θεω]-
ροδόκον ἑλέσθαι κατὰ τὸ ψήφισ[%⁸⁰]-
μα, ὃ ἤνεγκαν οἱ θεωροὶ τῶν Ἀθηνα̣[ί]-
ων Σωσιγένης καὶ Ἀρχεπτόλεμος,
5 καὶ ἀναγράψαι τὸ ψήφισμα εἰστή-
λην λιθίνην καὶ θεῖναι εἰς τὸ ἱε%⁸⁰-
ρὸν τῆς Ἀθηνᾶς· θεωροδόκος Νί-
καιος Ἀριστοκράτους ἑκὼν προσ-
II.9 εδέξατο· κύριον. Εὐκλῆς Εὐκλέου
10 Ποτάμιος εἶπεν· ἐπειδή τινες τοὺς
ὑπὸ τῆς πόλεως ἐκπεμπομένους
σπονδοφόρους θεωροδοκοῦντες
φανερὰν καθιστᾶσι τὴν πρὸς τὸν
δῆμον εὔνοιαν καὶ φιλανθρωπίαν,
15 καθήκει δὲ τῶι δήμωι μηθενὸς λεί%⁸⁰-
πεσθαι τῶν εἰς τιμὴν καὶ χάριν ἀνη-
κόντων πρὸς τοὺς εὐεργετεῖν τὸν
δῆμον αἱρουμένους, τύχῃ ἀγαθῆι,
δεδόχθαι τῆι βουλῆι· τοὺς προέ%⁸⁰%⁸⁰%⁸⁰-
20 δρους, οἵτινες ἂν λ<ά>χωσιν προεδρεύ-
ειν εἰς τὴν ἐπιοῦσαν ἐκκλησίαν
χρηματίσαι περὶ τούτων, γνώ%⁸⁰%⁸⁰-
μην δὲ ξυμβάλλεσθαι τῆς βουλῆς
εἰς τὸν δῆμον, ὅτι δοκεῖ τῆι βου%⁸⁰-
25 λῆι, ὅσοι θεωροδοκοῦντες τυγ%⁸⁰-
χάνουσιν ἐν ταῖς πόλεσιν ταῖς
ἀποδεδειγμέναις σπονδὰς vv
τῶν τε Ἐλευσινίων καὶ Παναθη-
ναίων καὶ Μυστηρίων, ὑπάρχειμ
30 μὲν αὐτοὺς ἤδη προξένους vv
τοῦ δήμου τοῦ Ἀθηναίων· εἶναι
δὲ αὐτοῖς φιλοτιμουμένοις v
εἰς τὴν πόλιν καὶ ἄλλο ἀγαθὸν
εὑρέσθαι παρὰ τοῦ δήμου, ὅτου
35 ἂν δοκῶσιν ἄξιοι εἶναι· τοὺς δὲ v
σπονδοφόρους τοὺς ἐπαγγέλ<λ>ον-
τας τά τε Ἐλευσίνια καὶ τὰ Πα-
ναθήναια καὶ τὰ Μυστήρια προσαπο-
φέρειν εἰς τὸ Μητρῶιον ἐν τοῖς λό-
40 γοις τὰ ὀνόματα τῶν θεωροδο%⁸⁰%⁸⁰-
κούντων πατρόθεν, ὅταν καὶ vv
τὰς πόλεις τὰς ἀποδεξαμένας
[τ]ὰ̣ς σπονδὰς ἀποφέρωσιν· ὅπως
[ἂν] τούτων γινομένων οἵ τε φιλο-
45 [τίμως π]ρ̣ὸς τὴν πόλιν διακείμε-
[νοι φανεροὶ] κα̣θιστῶνται καὶ ὁ δῆ-
[μος — — — — —]ο̣ς φαίνηται vv
[— — — — — — — — — — — —]
Search Help
Contact Us