Honorific decree for priests and hieropoioi.  Stele of white marble, in two joining fragments, broken at the top. Stoich. 45.
[ ] Attica — Athens — Theater of Dionysos, area of — ca. 340-330 BC — IG II² 410 — Syll.³ 289 — ZPE 150 (2004) 105, 10 (cf.)
See also:
[— — — — — — — — — — — — — — — — — — — — —]
[․․․․․․․․․․․․․․․․33․․․․․․․․․․․․․․․․․]ΚΤΟΣΚ[․․․7․․․․]
[— — — — εἶπεν· περὶ ὧν — — — ὁ ἱερεὺ]ς τοῦ Διο[νύσ]ο[υ ․․]
[․․․․․․․․․19․․․․․․․․․․ καὶ οἱ ἱεροποι]οὶ οἱ αἱρε[θ]έντε[ς]
[ὑπὸ τῆς βουλῆς περὶ τῶν ἱερῶν, ὧν ἔ]θυον τῶι Διονύσωι καὶ
5 [τοῖς ἄλλοις θεοῖς, οἷς προ]σῆκε θύειν ὑπὲρ τῆς βουλῆς κα-
[ὶ τοῦ δήμου τοῦ Ἀθηναί]ων, ἀγαθῆι τύχηι, ἐψηφίσθαι τῆι βο-
[λῆι τοὺς προέδρου]ς, οἳ ἂν λάχω[σ]ι προεδρεύειν ἐν τῶι δήμ-
[ωι εἰς τὴ]ν πρώτην ἐκκλησίαν, προσαγαγεῖν τὸν ἱερέα καὶ
[τ]οὺς ἱεροποιοὺς πρὸς τὸν δῆμον καὶ χρηματίσαι περὶ ὧν
10 λέγουσιν, γνώμην δὲ ξυμβάλλεσθαι τῆς βουλῆς εἰς τὸν δῆ-
[μ]ον, ὅτι δοκεῖ τῆι βουλῆι τὰ μὲν ἀγαθὰ δέχεσθαι τὸν δῆμο-
ν, ἃ ἀπαγγέλλουσι ὁ ἱερεὺς καὶ οἱ ἱεροποιοὶ γεγονέναι ἐ-
ν τοῖς ἱεροῖς, οἷς ἔθυον τῶι Διονύσωι καὶ τοῖς ἄλλοις θε-
οῖς ἐφ’ ὑγιείαι καὶ σωτηρίαι τῆς βουλῆς καὶ τοῦ δήμου το͂
15 Ἀθηναίων καὶ παίδων καὶ γυναικῶν καὶ τῶν ἄλλων κτημάτ-
ων τῶν Ἀθηναίων· ἐπαινέσαι δὲ τὸν ἱερέα τοῦ Διονύσου Με-
ιξιγένην Χολλείδην καὶ τὸν τοῦ Ποσειδῶνος τοῦ Πελαγί-
ου Ἱμεραῖον Φαληρέα καὶ τὸν τοῦ Διὸς τοῦ Σωτῆρος Νικοκ-
λέα Ἁγνούσιον καὶ τὸν τοῦ Ἄμμωνος Παυσιάδην Φαληρέια
20 φιλοτιμίας ἕνεκα τῆς πρὸς τὴν βουλὴν καὶ εὐσεβείας τῆ-
ς πρὸς τοὺς θεοὺς καὶ στεφανῶσαι [ἕκ]αστον αὐτῶν χρυσῶι
στεφάνωι ἀπὸ ∶ 𐅅 ∶ δραχμῶν, ἐπειδὰν τ[ὰς] εὐ[θ]ύνας δ[ῶ]σ[ι]· ἐπε-
ιδὴ δὲ οἱ ἱεροποιοὶ οἱ αἱρεθέντες ὑπὸ τῆς βουλῆς καλῶς̣
καὶ φιλοτίμως ἐπεμελήθησ̣αν τ̣[ῆ]ς̣ π̣α̣ρ̣α̣σ̣[τάσ]ε̣ω̣ς τῶν ἱερέ-
25 ων καὶ τῶν θυσιῶν [․․․․․․․․․․ vestigia 20 litt. ․․․․․․․․․․] τ̣ῶ̣ν ἡρ[ώ]ων καὶ
τἆλλα τὰ περὶ τὴν Ι[․․․․․․․․․․ vestigia 20 litt. ․․․․․․․․․․]ΙΛ[․] ἐπιμε-
μέληνται δικαίως καὶ φι[λ]οτ[ίμ]ως, [ἐπαι]νέ[σ]αι τοὺς ἱεροπ-
οιοὺς Εὔνομον ΕὐωνυμέαI, [Σ]υ[β]α]ίτην [Γ]αρ[γήττι]ονII, Γνωσία-
ν ΚυδαθηναιέαIII, Φιλέαν ΠαιονίδηνIV, [Χα]ι[ρεφάνην Σφήτ]τιονV,
30 Ἀπολλόδωρον ΠτελεάσιονVI, [Α]ὐ̣τ̣ο̣[σθ]έ̣ν̣η̣ν̣ [Ξυπεταιόν]αVII, Ἀμία-
ντον ΑὐρίδηνVIII, Ἐπικράτην Ἀφιδναῖ[ο]νIX, Φιλ[όστρατ]ον Παλλη-
νέαX, ἀρετῆς ἕνεκα καὶ δικαιοσύνης τῆς εἰς τὴν βουλὴν κα-
ὶ τὸν δῆμον τὸν Ἀθηναίων καὶ ἐπιμελεία[ς] τῆς περὶ τὰ ἱερ-
[ὰ] καὶ στεφανῶσαι ἕκαστον αὐτῶν χρυσῶι στεφάνωι ἀπὸ ∶ 𐅅̣
35 δραχμῶν, ἐ[π]ειδὰν τὰς εὐθύνας δῶσ[ι]· δοῦναι δὲ αὐτοῖς καὶ
[ε]ἰς θυσίαν καὶ ἀνάθ̣η̣μα̣ ∶ [․ ∶ δρ]αχμὰς τὸν ταμίαν τοῦ δήμο
[ἐ]κ τῶν κατὰ ψηφίσματα ἀναλισκομένων τῶι δήμωι· ἀναγρά-
ψαι δὲ τόδε τὸ ψήφισμα τὸν γραμματέα τῆς βουλῆς ἐν στήλ-
ηι λιθίνηι καὶ [σ]τῆσαι ἐν τῶι θεάτρωι τοῦ Διονύσου 〚#⁷․․․〛
40 〚Μ․․․7․․․․〛· εἰ[ς] δὲ τὴν ἀναγραφὴν τῆς στήλης δοῦναι τὸν τα-
μίαν τοῦ δήμου ∶ ΔΔΔ[․] ∶ δραχμὰς ἐκ τῶν κατὰ ψηφίσματα [ἀ]ν-
αλισκομένων τῶι δήμωι.
in coronis oleagineis:
row 1.cr. 1.43   Φιλέαν
Ἀντιγένου[ς]
45  ΠαιονίδηνIV
cr. 2.46 Ἀπολλόδωρον
Εὐκτήμονος
ΠτελεάσιονVI
cr. 3.49 Χαιρεφάνην
   vacat
50 ΣφήττιονV
row 2.cr. 4.51 Ἐπικράτην
Γλαύκων[ος]
ἈφιδναῖονIX
cr. 5.54 Εὔνομον
   vacat
55 ΕὐωνυμέαI
cr. 6.56 Συβαρίτην
   vacat
57 ΓαργήττιονII
row 3.cr. 7.58 Αὐτο[σ]θένην
Εὐκ̣λ̣[— — —]
60 Ξυπεταιόν[α]VII
cr. 8.61 Ἀμίαντον
vacat
62 ΑὐρίδηνVIII
cr. 9.63 Φιλόστρατον
vacat
64 ΠαλληνέαX
row 4.cr. 10.65 Γνωσίαν
Χαιρήμονος
Κυδαθηναιέα.III
   vacat 0,14
Search Help
Contact Us