Honorific decree for Eudemos of Plataia.  Two nearly joining fragments of a thick stele of white marble. Stoich.
[ ] Attica — Athens — Akropolis — 330/29 BC — IG II² 351+624 w. Add. p. 660 — C.J. Schwenk, Athens (1985) 232, 48 — Rhodes and Osborne, GHI (2003) 94
1 [Εὐδήμ]ου Πλαται[έως]·
                   vacat 0,012
2 [ἐπὶ Ἀρισ]τ̣οφῶντος ἄρχοντο[ς],
[ἐ]π[ὶ τῆς] Λεωντίδος ἐνάτη[ς] π[ρυ]-
ταν[εία]ς, ἧι Ἀντίδωρος Ἀντ̣ίν[ου]
5 Παι[ανι]εὺςIII ἐγραμμάτευεν ∶ ἑ[ν]-
[δ]εκά[τ]ηι Θαργηλιῶνος· ἐνάτη[ι]
[κ]αὶ δ[ε]κάτηι τῆς πρυτανείας·
[τ]ῶν π[ρ]οέδρων ἐπεψήφιζεν Ἀν̣τ̣[ι]-
φάνη[ς] Εὐωνυμεύς· ἔδοξεν τῶι
10 [δήμωι]· Λυκοῦργος Λυκόφρονος
[Βουτά]δης εἶπεν· ἐπειδὴ  vac.
[Εὔδημ]ος πρότερόν τε ἐπηγγ[εί]-
[λατο τ]ῶι δήμωι ἐπιδώσειν [εἰ]ς
[τὸν π]όλεμον, εἴ τ[ι] δέ[οι]το, [Χ⸏7Χ]Χ
15 [δ]ραχμὰς καὶ νῦν [ἐπ]ι[δέδ]ωκ̣[εν]
εἰς τὴν ποίησιν τοῦ σταδ[ί]ου
καὶ τοῦ θεάτρου τοῦ Παναθην[αϊ]-
κοῦ χίλια ζεύγη καὶ ταῦτα  vac.
πέπομφεν ἅπαντα π[ρὸ Π]αναθη-
20 ναίων, καθὰ ὑπέσ[χετο, δ]εδόχθ[αι]
τῶι δήμωι· ἐπαι[νέσαι Ε]ὔδημ[ον]
[Φι]λούργου Πλατα[ιέα] καὶ στ[ε]-
φανῶσαι αὐτὸν θαλλο͂ στεφ[άνωι]
εὐνοίας ἕνεκα τῆς εἰς τὸν    vac.
25 δῆμον τὸν Ἀθηναίων· καὶ εἶνα[ι]
αὐτὸν ἐν τοῖς εὐεργέταις το[ῦ]
δήμου τοῦ Ἀθηναίων, [α]ὐτὸν κα[ὶ]
ἐκγόνους, καὶ ε[ν]α[ι] αὐτῶι  vac.
ἔνκτησιν γῆς καὶ ο̣ἰ̣κ̣ί̣ας, καὶ
30 στρατεύεσθαι αὐτὸν τὰς  vac.
στρατιὰς καὶ τὰς εσφορὰς vac.
εἰσφέρειν μετὰ Ἀθηναίων·  vac.
ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα
τὸν γραμματέα τῆς βουλῆς καὶ
35 στῆσαι ἐν ἀκρ[ο]πόλει· εἰ[ς] δ̣[ὲ] τν
ἀναγραφὴν τῆς στήλη[ς δοῦ]ναι
τὸν ταμίαν τοῦ δήμ[ο]υ̣ [ΔΔΔ]
δραχμὰς ἐκ τῶν εἰς τὰ κα[τὰ ψη]-
φίσματα ἀναλισκομέν[ων τῶ]ι
40 δήμωι.     vacat
                    vacat 0,40
Search Help
Contact Us